Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

268. νείκεον ὀνείδιζον 269. μεσήεις μέσοι κατὰ δύναμιν

273. τετράφθω τρεπέσθω

ὁμοκλητῆρος τοῦ ἐγκελευομένου, τοῦ ἀπειλοῦντος

274. ἵεσθε ὁρμᾶτε 276. δίεσθαι διῶξαι

279. ὤρετο ὥρμησε, προεθυμήθη

280. πιφαυσκόμενος ἐμφανίζων, προσημαίνων τὰ ἃ κῆλα τὰ αὐτοῦ σημεῖα (sic recte A, non σημαίνει, quod male excusum p. 427, 4, ubi haec inter scholia sunt recepta) βέλη ἐπιπέμπει κατὰ χόλον. βέλη δὲ νῦν τὸν χειμῶνα

282. πρώονας τὰς τῶν ὀρῶν ἐξοχάς

283. λωτεῦντα ἀνθοῦντα πίονα ἔργα τὰ γεώργια

285. προσπλάζον προσερχόμενον, προσρηγνύμενον

386. εἰλύαται κεκάλυπται

287. πωτῶντο ἐπέτοντο, ἐφέροντο

293. ἕλιξιν μέλασιν ἢ εἰλοῦσι τοὺς πόδας ἐν τῇ πορείᾳ

295. ἑξήλατον ἐξάπτυχον

296. ἤλασεν κατεσκεύασεν ἔντοσθεν ἔσωθεν βοείας βύρσας

334

301. πειρήσοντα πεῖραν ληψόμενον

πυκινόν ἀσφαλῆ· λέγει δὲ τὴν ἔπαυλιν

302. παῤ αὐτόφι παῤ αὐτοῖς βώτορας βοσκήτορας, βουκόλους

304. ἀπείρητος ἄνεν ἐπιβουλῆς, ἄπειρος

μέμονε προθυμεῖται δίεσθαι διελθεῖν, διωχθῆναι

305. μετάλμενος ἐπιζητῶν 311. ἕδρῃ προεδρίᾳ, τιμῇ

314. φυταλιῆς ἀμπελοφύτου γῆς πυροφόροιο σιτοφόρου

316. καυστείρης ἐμπύρου, θερμῆς

317. πύκα θωρηκτάων ἐπιμελῶς τεθωρακισμένων