Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

559. νωθής ὁ ἐστερημένος τοῦ θεῖν, ὅ ἐστι τρέχειν, ἀργὸς, βραδύς

ῥόπαλʼ ξύλα 560. κείρει κόπτει, τρώγει

562. σπουδῇ ἀντὶ τοῦ μόλις, δυσχερῶς φορβῆς ὡς τροφῆς

329

568. τρωπάσκετο ἐτρέπετο

569. προέεργε εἶργεν, ἐκώλυεν

572. ὄρμενα πρόσσω ὁρμῶντα ἐπὶ τὸ ἔμπροσθεν

573. ἐπαυρεῖν ἐφάψασθαι 574. ἆσαι κορεσθῆναι

580. αἴνυτο ἀφῃρεῖτο 582. ἀπαινύμενον ἀφαιρούμενον

588. ἐλελιχθέντες ἐπιστραφέντες

590. δυσηχέος κακοήχου, λυπηροῦ

593. κλίναντες ἀντὶ τοῦ τοὺς ὤμους ταῖς ἀσπίσι προσερείσαντες

596. μάρναντο ἐμάχοντο 598. ἱδρῶσαι ἱδρῶτι καταρρεόμεναι

601. ἰῶκα τὴν φυγήν δακρυόεσσαν τὴν τῶν πολλῶν δακρύων αἰτίαν καὶ συμφορῶν

604. ἔκμολεν ἐξῆλθεν

610. οὐκέτ᾿ ἀνεκτός οἷον ἀκαρτέρητος

611. ἔρειο ἐρώτησον 613. τά γʼ ὄπισθε τὰ ὀπίσω μέρη τοῦ σώματος

615. παρήϊξαν παρέδραμον 621. ἀπεψύχοντο ὡς νῦν ἔφυγον

624. κυκειῶ πολυμιγὲς ποτόν

627. ἔξελον ἐξαίρετον ἔδωκαν ἀριστεύεσκεν ὁ Νέστωρ

628. ἐπιπροΐηλε ἐπʼ αὐτῷ παρέθηκεκυανόπεζαν

629. μελανόπουν