Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

521. ἀσπαίροντας ψυχορραγοῦντας

ἐν ἀργαλέῃσι φονῇσιν τοῖς τόποις ἐν οἷς ἔκειντο οἱ νεκροί

522. ὀνόμηνεν ἐξ ὀνόματος ἐκάλεσεν

523. κυδοιμός θόρυβος

524. θυνόντων ἄμυδις ὁμοῦ εἰς τὸν αὑτὸν τόπον ὁρμώντων

θηεῦντο δὲ μέρμερα ἔργα μετὰ θαύματος ἐθεώρουν

526. σκοπὸν κατάσκοπον 527. ἔρυξε κατέσχε

533. πρῶτος κτύπον ἄϊε ὁ δὲ Νέστωρ πρῶτος τοῦ ψόφου τῶν ποδῶν ἤσθετο

535. ἀμφὶ κτύπος— προσπίπτει τῇ ἀκοῇ ὁ ἦχος

537. ἐλασαίατο ἀπηλακότες εἶεν 538. αἰνῶς λίαν πάνυ

539. ὀρυμαγδοῦ νῦν τοῦ πλήθους 546. ἀντιβολήσας ἀπαντήσας

558. νεήλυδες νεωστὶ ἐληλυθότες ἐρεείνεις περιιὼν ἐρωτᾷς

559. τὸν δέ σφιν ἀντὶ τοῦ αὐτόν 562. διοπτῆρα κατάσκοπον

569. μελιηδέα πυρὸν ἡδὺς ἀνθηρὸν σῖτον

570. νηΐ ἀντὶ τοῦ νεώς 573. λόφον αὐχένα, τράχηλον

576. ἀσαμίνθους πυέλους, παρὰ τὸ τὴν ἄσην, ὅ ἐστι τὸν ῥύπον, μινύθειν καὶ μειοῦν

577. λίπʼ λιπαρῷ 578. ἐφιζανέτην παρεκάθιζον

579. πλείου γέμοντος