Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

444. ἔλθητον ἀντὶ τοῦ(?? A) ἀπήλθητον 449. μεθῶμεν ἐάσωμεν

450. εἶσθα ἐλεύσῃ), παραγενήσῃ 452. δαμεὶς τυπείς

456. κέρσε ἀπέκοψε τένοντε νῦν τοὺς αὐχένας

457. φθεγγομένου τὸ στόμα εἰς τὸ φθέγξασθαι κινοῦντος προύλαβεν ἡ πληγὴ τὴν φωνήν

458. κτιδέην περικεφαλαίας εἶδος

459. καὶ λυκέην καὶ λύκου δοράν

δόρυ μακρόν ὃ ἀνωτέρω ἄκοντα εἶπεν

460. ληΐτιδι πολεμικῷ

463. ἐπιβωσόμεθ᾿ εἰς βοήθειαν ἐπικαλεσώμεθα

464. πέμψον ἡμᾶς δηλονότι

466. μυρίκην θαμνῶδες φυτόν δέελον εὔδηλον, εὔγνωστοι

467. συμμάρψας συλλαβὼν, κλάσας ἐριθηλέας ἄγαν θάλλοντες

475. ἐξ ἐπιδιφριάδος ἐκ τοῦ ἐσχάτου μέρους τοῦ ἁρματείου (ἁρματίου A) δίφρου

478. πίφαυσκε ἐνεφάνιζεν

480. μέλεον ματαίως (ματέως A)

481. ἔναιρε φόνευε

483. ἐπιστροφάδην ἐνεργῶς, εὐτόνως

484. ἄορι θεινομένων τῷ ξίφει πληττομένων

485. ἀσημάντοισιν ἀφυλάκτοισιν 486. ἐνορούσῃ ἐμπήδησῃ

493. ἀήθεσσον ἀσυνήθεις ἦσαν 495. μελιηδέα προσηνῆ, ἡδύν

499. σὺν δʼ ἤειρεν συνέδησεν 500. φαεινήν τὴν ἐν φανερῷ κειμένην