Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

331. πρὸς τὴν συναλοιφὴν, ὅτι ἐν δύο στίχοις· τὸ γὰρ πλῆρές ἐστι Ζῆνα ἐς πεδίον φανέντε.

331, 332. νʼ ἐς πεδίον προφανέντε οὕτως τὴν συναλοιφὴν διεῖλεν Ἀρίσταρχος, Ζῆ ν᾿, ἐν ἀρχῇ τοῦ στίχου τὸ ν θείς.

332. προφανέντε ἐν τῇ Χίᾳ καταβάντε.

337. *ὅτι ἴδῃ καὶ νοήσῃ παραλλήλως ταυτόν ἐστιν.

338. ὅτι οὕτως εἴρηκε Πηλείωνάδε, εἰς Πηλείωνα, ἀντὶ τοῦ πρὸς Πηλείωνα.

341, 342. ἀμβρόσια, χρύσεια ὅτι ἐνταῦθα ὀρθῶς κεῖνται καὶ ἐπὶ τοῦ πρὸς Καλυψὼ διαπεραιουμένου Ἑρμοῦ (Od. 5, 44), ἐν δὲ τῇ A ῥαψῳδίᾳ τῆς Ὀδυσσείας (97) οὐκέτι.

341. οὕτως διὰ τοῦ ο, φέρον gl. interl.

343. τὴν ῥάβδον συσταλτέον κατὰ τὴν πρώτην συλλαβὴν, οὐχ ὅτι παρὰ τὸ ῥάπτω ἐγένετο, ἔνθεν καὶ τὸ ῥαπίζω, ἀλλʼ ὅτι καὶ τὸ ᾱ πρὸ τοῦ β συστέλλεσθαι θέλει, ἁβρός Ἄβδηρος Ἀβαρβαρέα ἐπιγράβδην. οὕτως οὖν ἐχέτω καὶ ἡ ῥάβδος. διὸ τὸ ἄβαλε καὶ κατὰ τοῦτο ἐσημειοῦτο.

344. *ἐθέλει οὕτως Ἀρίσταρχος διὰ τοῦ ε· αἱ δὲ κοιναὶ διὰ τοῦ η, ἐθέλῃ.

346. *αἶψα δʼ ἄρα Τροίην ἐν ἄλλῳ αἶψα δʼ ἄρ᾿ ἐς Τροίην.

[*](19. ταυτόν] καὶ σὐ ταυτόν Lehrsius. 23. A ῥαψωδίᾳ] A om.)[*](22. Duo asterisci praefixi. 28. Ἀβαρβαρέα] ἀβαρβαρία)
288

347. *αἰσυητῆρι Ἀρίσταρχος αἰσυμνητῆρι, τουτέστι βασιλικῷ.

οὕτως αἰσυμνητῆρι βασιλεῖ τὴν μορφὴν ἐοικώς. καὶ ἀλλαχοῦ “παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασιν” (Od. 13, 222).

348. πρῶτον ὑπηνήτῃ μεθόριον ἡλικίας ἀνδρὸς καὶ παιδὸς, ἁβρότερον μὲν ἢ κατʼ ἄνδρα, γενναιότερον δὲ ἢ κατὰ παῖδα. περὶ τοὺς τοιούτους ἦν καὶ ὁ Σωκρατικὸς ἔρως. καὶ μύσταξ μὲν αἱ ἐπὶ τοῦ ἄνω χείλους τρίχες, τὸ δὲ κάτω πάππος, τὸ δὲ ἐξ ἀμφοῖν ὑπήνη, ὡς τὸ “καὶ μολύνων τὴν ὑπήνην” (Arist. Eq. 1286). οἱ δὲ κοινῶς εἶπον τὸ γένειον· πρῶτον ὑπηνήτῃ ἀρχομένῳ γενειάζειν.

367. ὀνείατʼ ὅτι οὐ πάντως βρώματα τὰ ὀνείατα, ὡς οἱ γλωσσογράφοι, ἀλλὰ πάντα τὰ ὄνησίν τινα περιποιοῦντα, ὡς νῦν τὰ δῶρα. καὶ ὅτι ἄγοντα εἴρηκεν, οὐ φέροντα· οὐ γὰρ αὐτὸς ἐβάσταζεν.

370. * οὐδέν γρ. εἰ δέ κεν. ἡ διπλῆ δὲ ὅτι τὸ δεν παρέλκεται.

*κακά γρ. κακόν.

373. *οὕτως διὰ τοῦ π, οὕτω πη. ἐν δέ τισι διὰ τοῦ δ, οὕτω δή.

374. *ἀλλʼ εἴ τις γρ. ἀλλʼ ἔτι τις.

376. αἴσιον, οἷος δὴ σὺ δέμας οἱ γὰρ εὔμορφοι βασιλικοί τε καὶ θεῶν ἐνομίζοντο παῖδες.

377. μακάρων δʼ ἔξεσσι ἐκγέγονας, ἢ ἐκ μακάρων ἐσσί. ἐκ γὰρ τῆς ὄψεως στοχάζεται.

381. ἠέ πη ἐκπέμπεις βέλτιον ἀφʼ ἑτέρας ἀρχῆς τὴν πεῦσιν γίνεσθαι· ἆρα ἐκπέμπεις;

383. * ὅτι θηλυκῶς τὴν Ἴλιον.