Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

25. “ἔνθ᾿ ἄλλοις μέν” ἕως τοῦ (30) “τὴν δʼ ᾔνησ᾿ ἥ οἱ πόρε μαχλοσύνην” ἀθετοῦνται στίχοι ἕξ. γέλοιον γὰρ τὸ “οὐδέποθʼ Ἥρῃ οὐδὲ Ποσειδάωνι οὐδὲ γλαυκώπιδι κούρῃ·” τίνες μὲν γὰρ ἔτι ἐλείποντο τῶν τριῶν σεμνότεροι μετὰ τὸν Δία τῶν μὴ συνευδοκούντων ; τήν τε περὶ τοῦ κάλλους κρίσιν οὐκ οἶδεν· πολλαχῆ γὰρ ἂν ἐμνήσθη· καὶ τὸ νείκεσσε οὐκ ἔστι κρῖναι, ἀλλʼ ἐπιπλῆξαι ἢ διαφέρεσθαι “νεικείων Ἕλενόν τε Πάριν” (249) ἀντὶ τοῦ ἐπιπλήσσων· “δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς” (Il. 18, 498). διεφέροντο. καὶ ἡ μαχλοσύνη κοινῶς ἐστὶ γυναικὸς μανία· δέδωκε δʼ αὐτῷ οὐ ταύτην, ἀλλὰ τὴν καλλίστην τῶν τότε Ἑλένην. Ἡσιόδειος δʼ ἐστὶν ἡ λέξις· ἐκεῖνος γὰρ πρῶτος ἐχρήσατο ἐπὶ τῶν Προίτου θυγατέρων.

28. *ἄτης ἐν ἄλλῳ ἕνεκ᾿ ἀρχῆς.

30. ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν παρʼ Ἀριστοφάνει καί τισι τῶν πολιτικῶν “ἥ οἱ κεχαρισμένα δῶρʼ ὀνόμηνε.” καὶ τάχα μᾶλλον οὕτως ἂν ἔχοι· ἀθετεῖ γὰρ Ἀρίσταρχος διὰ τὴν μαχλοσύνην τὸν στίχον.

33. *οὔ νύ ποθʼ ὑμῖν γρ. οὔ νύ ποθʼ ὕμιν.

ἐγκλιτικῶς τὴν ὑμῖν ἀναγνωστέον· ἔστι γὰρ ἀπόλυτος.

38. ὅτι οὐ μόνον οἱ ἐπὶ ξένης τελευτῶντες ἐκαίοντο, ἀλλὰ καὶ οἱ ἐπὶ τῆς ἰδίας πατρίδος.

*οὕτως διὰ τοῦ ᾱ ἡ παραλήγουσα, κτερίσαιεν.

42. ὁ ἐπεί σύνδεσμος περισσεύει· διόπερ οὐκ ἐπιζητητέον τὴν ὑπʼ αὐτοῦ εἰωθυῖαν ἀποτελεῖσθαι ὑποστιγμήν· ὁ γὰρ λόγος, ὃς τῇ γε δυνάμει καὶ τῇ ἐπιθυμίᾳ εἴξας ἐπέρχεται θρέμμασιν. ἐπεὶ δὲ σπανίως ἔστιν εὑρεῖν τοῦτον τὸν σύνδεσμον περισσεύοντα, μήποτε διὰ [*](3. *οὖσαι] om. ἄλλοις μὲν πᾶσιν.”) [*](8. ἀθετοῦνται] Conf. schol. 15. ἐστὶ (ἐπὶ Vill.) γυναικ] ἐστὶ Eurip. Tr. 975 negligenter locu- γυναικομανία Cobetus. tum, διόπερ καὶ τοὺς ἐν Ἰλιάδι στί- 16. Ἡσιόδειος] ἡσιόδιος χους ἀθετοῦσι τοὺς “ὃς νείκεσσε θεάς.” 20. In marg. exter. γρ. ἥ οἱ Nam scribere debebat τοὺς “ἔνθʼ κεχαρισμένα δῶρʼ ὀνόμηνεν. )

277
τοῦ η ἐγέγραπτο εἴξῃ, ἵνα ὑποστίζωμεν μετʼ αὐτό. καὶ ὁ λόγος· ἐπειδὰν τῇ δυνάμει καὶ τῇ ἐπιθυμίᾳ κρατηθῇ, ἐπέρχεται θρέμμασιν.

45. ἀθετεῖται, ὅτι ἐκ τῶν Ἡσιόδου (Q. 316) μετενήνεκται ὑπό τινος νομίσαντος ἐλλείπειν τὸν λόγον. καὶ γὰρ τοῖς ὑποκειμένοις ἐναντίον τι πεποίηκεν· εἰ γὰρ βλάπτει ἡ αἰδὼς, εὔλογον Ἀχιλλεὺς ἀναιδέστατος βούλοιτο εἶναι. παρὰ μὲν γὰρ Ἡσιόδῳ γνωμικῶς· ἐκεῖ γὰρ ὄντι λόγον ἔχει, τῆς αἰδοῦς ποτὲ μὲν ὠφέλειαν περιποιούσης ποτὲ δὲ βλάβην. δεῖ δὲ ἔξωθεν προσυπακοῦσαι τὸ ἐστί, ἵνʼ ᾖ, οὐδέ οἱ αἰδώς ἐστι· καὶ πλήρης ὁ λόγος.

τινὲς ἐδάσυναν τὸ ἥδε, ἵνα ἡ αἰδὼς διττὴ ὑπάρχῃ, ἡ μὲν βλάπτουσα, ἡ δὲ ὠφελοῦσα. οὕτως δὲ καὶ Εὐριπίδης (Hippol. 385) ἐξεδέξατο εἰπὼν διττὰς εἶναι αἰδοῦς. δύναιτο δʼ ἂν ἡ αὐτὴ οὖσα πῆ μὲν ὠφέλιμος εἶναι, πῇ δὲ βλαβερά.

46. μέλλει ὅτι ἀντὶ τοῦ ἔοικεν.

47. ὅτι τοῦτο προσέθηκεν, ἐπεὶ κασιγνήτους τοὺς ἀνεψιούς που λέγει (Il. 15, 545). πάλιν δὲ ὁμογάστριος λέγει, καὶ οὐχ ὡς Ζηνόδοτος ἔγραφεν ἐκεῖ (Il. 21, 95) “μή με κτεῖνʼ, ἐπεὶ οὐκ ἰογάστριος Ἕκτορος.”

53. * Ἀρίσταρχος νεμεσσηθέωμεν, διὰ τοῦ θε.