Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

50. *ἀπολυσόμεθα ἐν ἄλλῳ ἀπολύσομεν.

51. *αἱ ἀπὸ τῶν πόλεων παιδὶ φίλῃ.

ὀνομάκλυτος ὡς τοξόκλυτος· οὕτως δὲ καὶ Ἀρίσταρχος. ἐν μέντοι τῇ Ὀδυσσείᾳ (19, 183) κατὰ παράθεσιν ἀναγνωστέον “ ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων” ἰδίᾳ συστῆσαι γὰρ αὐτοῦ βούλεται τὸ ὄνομα, ἐπεί τοι ἔσται κρεμάμενος λόγος. εἴπομεν δὲ ἐν τοῖς πρὸ τούτου βιβλίοις (Il. 10, 109) πότε τὸ κλυτός κατὰ τὸ τέλος συντιθέμενον φυλάσσει τὸν τόνον, καὶ πότε ἀναδίδωσιν.

ὅτι κατὰ σύνθετον προενεκτέον. σημαίνει δὲ τὸ ὅλον ὀνομαστός· ὁ γὰρ κλυτός ἐπὶ τοῦ διαβεβοημένου. καὶ ὅτι οἱ πατέρες ταῖς θυγατράσι [*](3. Ἠριγόνην] ἠριγένην πυρετός. ὠρυγμοῦ] ὀρυγμοῦ 13. πρὸς τὸ σχῆμα] Dativi pro) [*](4. * γεγονότα] λεγόμενα genitivo cum ὑπό positi.) [*](6. καταστερισθέντες] καταστερη 19. ἀπολυσαίμεθα Cobetus] ἀπο- θέντες λυσόμεθα) [*](8. ἡ ἱστορία παρὰ Ἐρατοσθένει] 21. *φίλῃ] φίλῳ. In textu παιδὶ *ἱστορεῖ Ἐρατοσθένης ἐν τοῖς ἑαυτοῦ γέρων. καταλόγοις. 24. κλυτὸν] εἶ (i. e. εἶτα) κλυτὸν) [*](9. Μargo exter. ση. ὅτι ἅπαξ ὁ)

234
γαμουμέναις δῶρα παρεῖχον· “ἐγὼ δʼ ἐπὶ μείλια δώσω” (ΙI. 9, 147).

52. βραχὺ διασταλτέον ἐπὶ τὸ τεθνᾶσι, καὶ ὑποστικτέον δόμοισι. ἴσως δʼ ἄν τις ἐπὶ τὸ τεθνᾶσι ὑποστίζοι, τὰ δὲ ἑξῆς πάντα συνάπτοι, ἵνʼ ᾖ ὁ λόγος καὶ ἀποθανόντες ἀνιασόμεθα, ὁμοίως τῷ “εἰ δὲ θανόντων περ καταλήθη εἰν Ἀΐδαο, αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομαι” (389).

55. Ἀχιλῆϊ δαμασθείς πρὸς τὸ σχῆμα, ἀντὶ τοῦ ὑπὸ Ἀχιλλέως, ὡς “Τρωσὶ δαμείς” (Ιl. 18, 461).

57. ἤτοι στικτέον μετὰ τὸ Τρῶας καὶ Τρῴας, ἵνα ἀπʼ ἄλλης ἀρχῆς ἀπαγορευτικὸς ὁ λόγος γένηται, μηδὲ μέγα κῦδος ὀρέξῃς. εἰ δὲ συνάπτοιμεν, ἔσται ἐπανάληψις τῶν ὑποτακτικῶν, κοινοῦ νοουμένου τοῦ ὄφρα, ἵνα σαώσῃς καὶ μὴ ὀρέξῃς καὶ μὴ ἀμερθῇς αἰῶνος.

59. οὕτως ὀρθοτονητέον (supra versum).

*σημειωτέον ὅτι τὰ ὀκτὼ μέρη τοῦ λόγου ἔχει ὁ στίχος.

62. * υἷάς τʼ ὀλλυμένους προαναφωνεῖ τὴν Ἰλίου ἅλωσιν.

66. πρώτῃσι θύρῃσι ὅτι ἀντὶ τοῦ ἄκραις. πρώτῃσι δὲ πύλῃσι πρὸς τὸ “ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ” (Ιl. 6, 40).

67. ἐρύουσιν ὅτι χρόνος ἤλλακται ἀντὶ τοῦ ἐρύσουσιν· καὶ ἐν Ὀδυσσείᾳ (21, 97) “νευρὴν ἐντανύειν” ἀντὶ τοῦ ἐντανύσειν.

ὠμησταί Ἀρίσταρχος ὡς ἀθληταί, Τυραννίων δὲ ὡς κομῆται. ἔφαμεν δὲ ἐν τῇ Λ ἐντελῶς περὶ τῆς προσῳδίας, ὡς ἐπεκράτησεν ἡ Ἀριστάρχου.

68. ῥεθέων μελῶν. δείκνυσι δὲ ὅτι κατὰ παντὸς μέλους τὸ ζωτικὸν καὶ ψυχικόν ἐστι. ῥέθη δὲ τὰ ζῶντα μέλη, διʼ ὧν ῥέζομέν τι· Αἰολεῖς δὲ τὸ πρόσωπον· καὶ ῥεθομαλίδας τοὺς εὐπροσώπους φασί. Διονύσιος δέ φησι καὶ νῦν τὸ πρόσωπον δηλοῦσθαι· διὰ γὰρ μυκτήρων ἢ στόματος ἐκπνέομεν, καίτοι γε τοῦ ποιητοῦ λέγοντος (Il. 14 518) “ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν ἔσσυτο.”

τύψας ἠὲ βαλών πρὸς τὴν διαστολὴν τοῦ βαλεῖν καὶ τύψαι· καὶ ὅτι ῥέθη πάντα τὰ μέλη. οἱ δὲ Αἰολεῖς τὸ πρόσωπον.

*ἕληται ἐν ἄλλῳ ἕλοιτο.

69. * πυλαωρούς Ἀρίσταρχος θυραωρούς, θυροφύλακας.

[*](12. *συνάπτοιμεν] συνάψοιμεν 32. ἄλλῳ] ἄλλʼ A, quod pro)[*](13. καὶ μὴ ἀ. Friedl.] ἤτοι καὶ μὴ ἀ. ἄλλοις accepit Bekkerus, male:)[*](14. οὕτως] I. e. δʼ ἐμὲ, ut in v. Hoffmann. p. 162. textu, non δέ με.)
235

70. ἀλύσσοντες ὑπὸ πλησμονῆς ἀλύοντες, οἷον ἐν ἄλῃ ὄντες, δυσφοροῦντες. οἱ δὲ εἶπον ἐπὶ τὸ ἄγαν λυσσῶντες.

73. *οὕτως Ἀρίσταρχος φανήῃ διὰ τῶν β’ η.

75. *αἰδῶ τὰ αἰδοῖα.

80. κόλπον ἀνιεμένη ὅτι ἀντὶ τοῦ χαλῶσα, ἀναστέλλουσα· καὶ ἐν Ὀδυσσείᾳ (2, 300) “αἶγας ἀνιεμένους” ἀναδέροντας. ἔστιν οὖν ἀπογυμνοῦσα τὸ κατὰ τοὺς μαστοὺς κόλπωμα.

83. ἤτοι συναπτέον μέχρι τοῦ ἐπέσχον, εἶτα ἀπʼ ἄλλης ἀρχῆς τῶν μνῆσαι φίλε τέκνον· ἢ στικτέον αὐτήν, εἶτʼ ἀπʼ ἄλλης ἀρχῆς εἴποτέ τοι λαθικηδέα. ἔστι δὲ ὑποστιγμὴ μετὰ τὸ ἐπέσχον.

*οὕτως διὰ τοῦ τ, εἴ ποτέ τοι.

*λαθικηδέα τὸν λήθην ἐμποιοῦντα τοῖς παισὶ τῶν κακῶν ἁπάντων.

84. ὅτι ἰδίως φίλε τέκνον ἀντὶ τοῦ φίλον τέκνον. καὶ ἄμυνε ἀντὶ τοῦ ἀμύνου.

85. *ἐών οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ ἰών.

ὅτι σαφῶς πρόμος ὁ πρόμαχος, οὐχ ὁ βασιλεύς.

87. *τέκος γρ. φίλον θάλος.

88. ὅτι ἕδνα ἐδίδοσαν οἱ παλαιοὶ ταῖς θυγατράσι· καὶ πολύδωρον λέγει τὴν πολύεδνον.