Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

393. * οὕτως διὰ τοῦ ὁ ζεύγνυον.

398. ἠλέκτωρ ὁ εἰς λέκτρον μὴ ἐρχόμενος. ἢ παρὰ τὸ μὴ κοιμᾶσθαι εἰλούμενον, διὸ καὶ ἵππους αὐτῷ οὐχ ὑποζεύγνυσι, τὸν δὲ οὐρανὸν ὄχημα αὐτοῦ φησίν· ἢ μᾶλλον ὁ μὴ κοιμίζων· τὰ γὰρ εἰς τωρ κατʼ ἐνεργείας τάσσει, ὡς τὸ σημάντωρ κοσμήτωρ. λέγω δὲ τὸ κοιμίζω, ὅθεν καὶ λέχος· “λέξον δή με τάχιστα” (Il. 24, 635).

400. σημειοῦνταί τινες ὅτι ἐντεῦθεν ἡ διασκευὴ τοῦ τεθρίππου πεποίηται “Ξάνθε τε καὶ σὺ Πόδαργε” (Il. 8, 185).