Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

335. ἀκάχησθαι προπερισπᾶται ὡς λελυπῆσθαι. οἱ δὲ προπαρώξυναν ὡς Αἰολικὸν ἐν παρατατικῇ σημασίᾳ, ἐπεὶ οἶδε καὶ τὴν ἀκαχήμενος μετοχὴν τοιαύτην, οἷς καὶ ἐπείσθη ἡ παράδοσις.

342. τέκνον ἐμόν ὅτι Ζηνόδοτος γράφει ἑοῖο. τοῦτο δὲ παρὰ τὸ πρόσωπόν ἐστιν.

ὅτι κατʼ ἀμφοτέρων τὸ στάξον, τῆς ἀμβροσίας καὶ τοῦ νέκταρος· ἡ γὰρ ἀμβροσία ἐστὶ ξηρὰ τροφή.

350. ἅρπῃ τῷ ἰκτίνῳ. οἱ δὲ, ζῷον θαλάσσιον πολεμοῦν λάρῳ καὶ βρέννῳ. φιλεῖ δὲ τὴν τροφὴν ἣν ἂν συνάγῃ φυλάττειν ἐπὶ τοῖς τάρφεσιν, καὶ ταύτην ἐπιχορηγεῖ τοῖς νεοσσοῖς· οἰκείως οὖν νῦν εἴκασε τὴν Ἀθηνᾶν. οἱ δὲ τὸν ἰκτῖνον, ὅτι ἐφ᾿ ὕψους ἱπτάμενος εὐχερῶς ὅπη θέλει καταράσσει.