Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

273. ἀμήχανος τῷ ἑξῆς συναπτέον, ἵνα ἐπὶ τοῦ Διὸς ᾖ, πρὸς ὃν οὐδείς τι μηχανήσασθαι δύναται. δύναται δὲ καὶ τοῖς ἐπάνω συναπτόμενον ἐπὶ τοῦ Ἀγαμέμνονος κεῖσθαι, ἵνα σημαίνῃ τὸν μὴ αἴτιον

189
τούτου μηδʼ αὐτὸν μηχανησάμενον τὸ γεγονὸς, ἢ ἀντὶ τῆς μεσότητος δύναται κεῖσθαι, ἀμηχάνως, οἷον ἀβουλεύτως.

276. αἰψηρήν ὅτι τὸ αἰψηρήν τὴν ταχέως συναθροισθεῖσαν ἐκκλησίαν, ἢ ἀντὶ τοῦ αἰψηρῶς διέλυσε τὴν ἀγοράν.

300. Πάτροκλον πρόφασιν ἐπὶ προφάσει τοῦ Πατρόκλου· οὐ γὰρ ἦσαν πειραθεῖσαι αὐτοῦ. ὁ νοῦς οὖν οὗτος, ὅτι αἱ λοιπαὶ γυναῖκες σὺν τῇ Βρισηίδι δῆθεν ὡς ἐπὶ προφάσει Πατρόκλου ἔκλαιον, τῇ δὲ ἀληθεία ἑκάστη αὐτῶν ἐθρήνει τὴν ἑαυτῆς συμφοράν.