Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

540. νεκρούς τʼ ἀλλήλων ὅτι ἐπὶ τῶν τοιούτων τόπων οἱ γλωσσογράφοι νεκροὺς τοὺς νέους ὑπέλαβον λέγεσθαι.

*κατατεθνειῶτας Ἀρίσταρχος διὰ τοῦ η.

541. νειόν τὴν λεγομένην νεατὸν, ὅ ἐστιν ἠροτριασμένην, ἁπαλὴν καὶ διακεχυμένην· ὡς γὰρ νέα φαίνεται ἡ τοιαύτη.

547. τέλσον βαρυτόνως ὡς μέτρον. ἐγένετο δὲ παρὰ τὸ τέλος ἐν ὑπερθέσει τοῦ σ καὶ προσόδῳ τοῦ ν.

548. ελαίνετʼ κατὰ γὰρ τὴν διαβολὴν τῶν βώλων μελανοῦται ἡ γῆ· σκιὰν οὖν εἰκὸς ἐγκεῖσθαι τῷ χρυσῷ.