Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

51. Χαρίτεσσιν ὁμοῖαι ἀντὶ τοῦ ταῖς τῶν Χαρίτων κόμαις ἴσοι. ἀπίθανον δέ ἐστιν· ἀμόρφωτος γὰρ ἡ κόμη, εἰ μὴ οὕτως. Μακεδόνες δὲ καὶ Κύπριοι χάριτας λέγουσι τὰς συνεστραμμένας καὶ οὔλας μυρσίνας, ἅς φαμεν στεφανίτιδας.

ὅτι Ζηνόδοτος γράφει Χαρίτεσσι μέλαιναι ἀδιανόητον ποιῶν. οὐκ εἰκῆ ἡ ἐπεξεργασία τῆς κόμης, ἀλλʼ ἐπεὶ περὶ τῶν Πατρόκλου τριχῶν εἶπεν “μιάνθησαν δὲ ἔθειραι” (Il. 16, 795) εἰς ἐκδικίαν καὶ παραμυθίαν, ὡς εἴποι τις, παρέλαβε καὶ τὴν εὔμορφον κόμην.

52. οὃ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο οἳ ὑπὸ χρυσοῦ καὶ ἀργύρου συνεσφιγμένοι ᾖσαν. τινὲς δὲ θέλουσι λείπειν τὸ ὡς· ἀλλὰ λανθάνουσιν οἱ βάρβαροι οὐκ ἐπὶ καλλωπισμῷ φέροντες τὸν χρυσὸν, ἀλλὰ λάφυρα τοῖς πολεμίοις.

54. *οἰοπόλῳ ἐν ᾧ μόνος τις πωλεῖται.

Ποσειδῶν καὶ Ἀθηνᾶ περὶ τῆς Ἀττικῆς ἐφιλονείκουν· καὶ Ποσειδῶν μὲν ἐπὶ τῆς ἀκροπόλεως τῆς Ἀττικῆς κρούσας τῇ τριαίνῃ κῦμα θαλάσσης ἐποίησεν ἀναδοθῆναι, Ἀθηνᾶ δὲ ἐλαίαν· κριτὴς δὲ αὐτῶν γενόμενος Κέκροψ ὁ τῶν τόπων τῆς Ἀττικῆς βασιλεὺς τῇ θεῷ προσένειμε τὴν χώραν, εἰπὼν ὅτι θάλασσα μέν ἐστι πανταχοῦ, τὸ δὲ φυτὸν τῆς ἐλαίας ἴδιον Ἀθηνᾶς. ἡ ἱστορία παρὰ Καλλιμάχῳ.

ἀναβέβρυχεν Ζηνόδοτος διὰ τοῦ ο ἀναβέβροχεν, ὡς ἐκεῖ “ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης” (Od. 12, 240).

64. *λαφύσσει λάπτει. τῶν δὲ κατὰ μίμησιν ἡ λέξις.

65. ῃῶν περισπαστέον, ἐπεὶ καὶ ἐν ἑτέροις λέγει κατὰ διαίρεσιν σὺν τῷ ὁ “ἔγχεϊ δηϊόων (Il. 18, 195). γέγονε δὲ παρὰ τὸ δήιος· διὸ καὶ σὺν τῷ ι γράφεται τὸ δῃῶν.

*καὶ δήϊοι οἱ πολέμιοι.

66. ἰύζουσιν οἱ νομῆες· οἱ δὲ κύνες ὑλακτοῦσιν.

70. ἔνθα κε ῥεῖα φέροι ὅτι τοὺς χρόνους ἐνήλλαχε καὶ τὰ ῥήματα· ἔδει γὰρ φάναι, τότε δʼ ἂν ῥηιδίως ἔφερεν.

71. *τὸ ἀγάσσατο νῦν ἀντὶ τοῦ ἐφθόνησεν, οὐκ ἀντὶ τοῦ ἐθαύμασεν.

73. ἀνέρι εἰσάμενος ὅτι τοῦτον τὸν Μέντην ἐν τῷ Τρωϊκῷ διακόσμῳ οὐ παραδέδωκεν, ἀλλὰ Εὔφημον μόνον (“Εὔφημος δʼ ἀρχὸς [*](7. ἐκδικίαν—παρέλαβε Cobetus] 16. *ἀναδοθῆναι] om. ἐκδικίας—παρέβαλε 19. * ἡ ἱστορία παρὰ Καλλιμάχῳ]) [*](8. εὔμορφον] Εὐφόρβου Cobetus. om.) [*](15. *τῆς ἀκροπόλεως τῆς Ἀττικῆς] 30. τὸ] ὅτι τὸ Cobetus. τῆς ἀττικῆς τῆς ἀκροπόλεως οὐκ Friedl.] καὶ)

128
Κικόνων ἦν αἰχμητάων” (Il. 2, 864), ὡς ἂν πλείοσιν ἡγεμόσι χρωμένων. ἴσως δʼ ἀμοιβὸς ἦν νεωστὶ ἥκων. καὶ πρὸς τὸν ἐν τῇ Ὀδυσσείᾳ ὁμώνυμον Μέντην· ἕτερος γὰρ Ταφίων βασιλεύς. Μέντης δὲ ὁ μενετικὸς ἐν τοῖς πολέμοις.

75. Ἐκτορ μετὰ τὸ ὄνομα στικτέον· προσαγορευτικὴ γάρ ἐστι. τὸ δὲ ἀκίχητ ά φασι Ποσειδώνιον τὸν Ἀριστάρχου ἀναγνώστην τοῖς ἑξῆς προσνέμειν, καὶ τὸν Ἀρίσταρχον ἀποδέχεσθαι.

80. Πατρόκλῳ περιβάς πρὸς τὴν περίβασιν. Τρὼς ἄρα ὁ Εὔφορβος. ἀλλὰ καὶ Δάρδανος· οἱ ἄρα Δάρδανοι Τρῶες. καὶ ὅτι ἀντὶ τοῦ τὸν ἐν τοῖς Τρωσὶν ἄριστον· οὐ γάρ ἐστιν ὡς “Μυρμιδόνων τὸν ἄριστον” (Il. 18, 10).

86. * ὅτι παρητυμολόγησεν τὸ ὄνομα.

88. * μετὰ τὸ κεκληγώς βραχὺ διασταλτέον· μᾶλλον γὰρ ἐμφαίνει.

91. * τὸ ἑξῆς ἐστὶ καταλίπω· διὸ ἀναστρεπτέον τὴν πρόθεσιν.

92. ὅτι ἡ τιμὴ ἀντὶ τῆς τιμωρίας καὶ νῦν (Il. 1, 159) τέτακται· ἕνεκα ἐμοῦ κεῖται τιμωρούμενος τοὺς Τρῶας.

93. *νεμεσήσεται ἀντὶ τοῦ νεμεσήσηται, μέμψηται.

94, 95. *ὑποστικτέον ἐπὶ τὸ αἰδεσθείς, στικτέον δὲ ἐπὶ τὸ πολλοί· ὁ γὰρ λόγος ἐλλιπής ἐστι, λείποντος τοῦ εὐλαβοῦμαι ἤ τινος τοιούτου, ὡς καὶ ἐν τοῖς προκειμένοις “ μή τίς μοι Δαναῶν·” ἔστι γὰρ τὸ πλῆρες, εὐλαβοῦμαι μή με τῶν Ἕλλήνων μέμψηταί τις. τὸν αὐτὸν τρόπον καὶ ἐνθάδε· ἐὰν δὲ μόνος ὢν Ἕκτορι καὶ Τρωσὶ μάχωμαι αἰδεσθεὶς, εὐλαβοῦμαι μή πώς με περιστήωσʼ ἔνα πολλοὶ ὄντες.

95. * Ἀρίσταρχος διὰ τοῦ η, περιστήωσι.

*προσληπτέον τὸ εὐλαβοῦμαι.

96. εἰς τὸ πιθανὴν γενέσθαι τὴν ἀναχώρησιν προκατασκευάζει.

98. ὁπποτ᾿ ἀνὴρ ὅτε ἀνὴρ βούλεται ἀνδρὶ μάχεσθαι ὃν θεὸς τιμᾷ, πρὸς θεὸν μάχεται.

πῶς ἅμα πρὸς δαίμονα καὶ ἅμα φωτὶ μάχεσθαι ἀλλὰ τὸ πρὸς δαίμονα τοιοῦτόν ἐστιν ὡς λέγομεν πρὸς κῦμα, ἐναντιούμενος δαίμονι· ὁ γὰρ φωτὶ μαχόμενος τῷ ὑπὸ θεῶν τιμωμένῳ ἢ ὑπὸ θεῶν ἀγαπωμένῳ αὐτῷ τῷ θεῷ μάχεται τῷ ἐκεῖνον στέργοντι. ὁ Πίνδαρος ἴσον μὲν θεὸν ἄνδρα τε φίλον ὑποτρέσαι ἐκέλευσεν, ἐπʼ ἴσης τόν τε θεὸν [*](2. καὶ πρὸς Cobetus] καὶ γὰρ πρὸς)

129
καὶ τὸν φίλον θεῷ ἄνδρα θεοφιλῆ. “μὴ θαύμαζε γάρ” φησὶν ὁ Πλάτων (?) “εἰ ἱέρακες μὲν καὶ ἴβεις ἔχουσι τοὺς ὑπερασπίζοντας θεοὺς, ἀνδρὸς δὲ ἀγαθοῦ οὐκ ἄν τις ὑπερασπίσαι.”

ἄλλως. οὐκ ἄρα τῷ πολέμῳ οὐδὲ τοῖς Τρωσὶν ὑποχωρεῖ, ἀλλὰ τοῖς θεοῖς ἐναντιοῦσθαι οὐ βούλεται. τὸ δὲ τῆς διανοίας οὕτως· τῷ φωτὶ ὅν κε θεὸς τιμᾷ, πρὸς δαίμονά ἐστι μάχεσθαι.

ἡ ὑποστιγμὴ μετὰ τὸ τιμᾷ. ὁ δὲ λόγος, ὁπότʼ ἄν τις βούληται παρὰ θεοῦ γνώμην ἀνδρὶ μάχεσθαι, ὀφείλει ταχέως αὐτῷ κακὸν ἐπέρχεσθαι. τὸ γὰρ πρὸς δαίμονα ἀντὶ τοῦ παρὰ θεοῦ γνώμην, ὡς καὶ “πρὸς δαίμονά περ εἴ πως ἐρυσαίμεθα” (104).