Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

695. *μείζων ἡ σιγὴ παντὸς λόγου γίνεται.

698. βῆ δὲ θέειν πολλῷ περιπαθέστερον ἄνοπλον ὄντα καὶ τρέχοντα παραστῆναι τῷ Ἀχιλλεῖ.

ἐζήτηται πῶς οὐκ ἔστιν Αὐτομέδων μηνυτὴς τῆς Πατρόκλου ἀναιρέσεως, ἀλλὰ Ἀντίλοχος, καὶ διὰ τί γυμνὸς τρέχει. ῥητέον οὖν ὅτι Αὐτομέδοντα μὲν αἰσχρὸν ἦν μετὰ τῶν ἵππων ἔρχεσθαι πρὸς Ἀχιλέα ἄπρακτον, τῶν ἄλλων ἀγωνιζομένων περὶ τοῦ σώματος. Ἀντίλοχος δὲ ταχύτερος ὣν τῶν ἄλλων προεκρίθη, καὶ γυμνὸς ἄπεισι, μετὰ τῶν ὅπλων ταῖς συμφοραῖς ἐμπομπεύειν παραιτούμενος· ἢ διὰ τὸ μὴ βαρούμενον τοῖς ὅπλοις χρονίσαι ἐν τῇ ὁδῷ.

700. πόδες φέρον. πρὸς τῷ πάθει εἶχε τὴν διάνοιαν, μηδʼ ὅτι τρέχει εἰδώς. ἡ διπλῆ δὲ, ὅτι οὕτως εἴωθε λέγειν, οἱ πόδες ἔφερον, οὐχὶ τοὺς πόδας· πρὸς Ζηνόδοτον μεταγράφοντα (Il. 6, 511) “ῥίμφʼ ἑὰ γοῦνα φέρει.”

702. *οὐδʼ ἄρα σοι ὅτι πάλιν ἀπέστροφε τὸν λόγον.