Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

124. πολλὰ δέ οἱ πρόβατʼ ἔσκε ὅτι πάντα τὰ τετράποδα, διὰ τὸ ἑτέραν βάσιν ἔχειν πρὸ τῆς ὀπισθίας.

125. * μέλλετʼ ἀκουέμεν ὅτι ἀντὶ τοῦ ἐοίκατε ἀκηκοέναι. οὕτως αἱ Ἀριστάρχου εἰ ἐτεόν περ, ἵνʼ ᾖ, ταῦτα δὲ ὑμᾶς εἰκὸς εἰδέναι ἀκηκοότας εἰ ἀληθῆ λέγω. αἱ δὲ δημώδεις ὡς ἐτεόν περ.

128. καὶ οὐτάμενοί περ ἀνάγκῃ καλῶς οὐχ ὁ Νέστωρ ταῦτά φησιν, ἀλλʼ εἴς τῶν τετρωμένων. δεῖ δὲ πρὸς βραχὺ στίξαι εἰς τὸ περ, εἶτα τὸ ἀνάγκῃ ἐπαγαγεῖν, ἵνʼ ὥσπερ αἰτίαν τῆς ἐξόδου ἐπιφέρῃ τὴν περιεστῶσαν ἀνάγκην. ἡ διπλῆ δὲ, ὅτι συλληπτικῶς καὶ ἐπὶ τῶν βεβλημένων οὐτάμενοι εἴρηκεν.

129. * ἐχώμεθα ὅτι ἐλλείπει ἡ ἀπό πρόθεσις, ἀπεχώμεθα.

130. βέλτιον τοῖς ἄνω συνάπτειν τὸ ἐκ βελέων, ἵνʼ ᾖ ἐκτὸς βελέων, ὡς “Ἕκτορα δʼ ἐκ βελέων.”

131. ἐνήσομεν τῷ πολέμῳ. οἱ δὲ ἀνήσομεν ἤτοι πείσομεν· “ἀλλʼ ἀνιεῖς, ἐπεὶ αὐτὸς ἐγείναο παϊδ᾿ ἀίδηλον” (Il. 5, 880). τὴν δὲ ἀφορμὴν τῆς συμβουλίας ἀπὸ τῶν Νέστορος λόγων εἴληφεν.

135. * ὅτι Ζηνόδοτος οὐδʼ ἀλαὸν σκοπιήν.

136. ἀλλὰ μετʼ αὐτοὺς ἦλθε ὅτι Ζηνόδοτος ὑποτάσσει “ἀντιθέῳ Φοίνικι ὀπάονι Πηλείωνος.” οὐχ ἁρμόζουσι δὲ Φοίνικι οἱ ἐπιφερόμενοι λόγοι. βέλτιον οὖν καθολικώτερον γέροντι ἀπεικάσθαι.

[*](8. * ὑπὸ] ἀπὸ)[*](23. Addidi ὅτι: nam diple in)[*](12. Δηϊπύλην] διιπύλην textu praefixa est.)[*](16. In marg. inter. Ἀρίσταρχος 27. * αὐτὸς] οὕτως εἰ ἐτεόν περ.)
40

142. ὣς οὕτως ὡς Ἕλληνες. ἢ ὡς ἡμᾶς θέλει. ἢ ὡς ἔστιν ἀκλεής.

σιφλώσειε τυφλώσειεν, ἐπίψογον ποιήσειε· σιφλὸς γὰρ καλεῖται καὶ ὁ ψόγος. ἡ λέξις νεωτέρων. καὶ οἱ μὲν κακώσειεν, οἱ δὲ μωμητὸν ποιήσειεν, οἱ δὲ γέλωτα θείη, οἱ δὲ ἐκλύσειεν· φλῶ γάρ ἐστι τὸ ὁρμὴν ἔχω, ὅθεν καὶ οἰνόφλυξ. οἱ δὲ σίπαλον τὸν εἰδεχθῆ.

143. οὔπω παρέλκει ἐνθάδε τὸ πω· συντασσόμενον γὰρ τῇ οὔ ἀποφάσει καὶ τῇ μή ἀπαγορεύσει ὑπισχνεῖται τὸ μετὰ ταῦτα γίνεσθαι τὸ συντασσόμενον αὐτοῖς πρᾶγμα, οἷον οὕπω ἔφαγον, οὕπω ἐδείπνησα· μέλλων γάρ τις δειπνεῖν τοῦτο ἀποφαίνεται. τὸ γὰρ οὐ δειπνῶ ἀπόφασιν ὑπισχνεῖται τελείαν, τὸ δὲ οὔπω δειπνῶ τὸ μέλλον ὑπισχνεῖται. οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου.

145. κονίσσουσι κόνεως πληρώσουσιν. ἐκ δὲ τοῦ παρακολοθοῦντος νοεῖται τὸ φεύξονται· οἱ γάρ φεύγοντες κατὰ τὸν δρόμον ἐγείρουσι κόνιν.

*αὐτός ἐν ἄλλῳ σὺ δʼ ἐπόψεαι αὐτούς.

147. * ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου.

* πῶς, φησὶν, ὁ Ποσειδῶν, ὁμοιωθεὶς πρεσβύτῃ ὑπὲρ τὴν ἡλικίαν φθέγγεται; καὶ ῥητέον ὅτι τῇ μὲν ὄψει πρεσβύτης ἐφαίνετο, τῇ φωνῇ δὲ τὴν τοῦ θεοῦ δύναμιν ἐνεδείκνυτο.

148. * ἡ Ἀριστοφάνους διὰ τοῦ δέ ὅσσον δʼ ἐννεάχιλοι ἐπίαχον.

ὅσσον τʼ ἐννεάχιλοι ἤτοι ἀφʼ ἑτέρας ἀρχῆς τὴν παραβολὴν ἀναγνωστέον, ἵνα ὑποστίζωμεν ἐπὶ τὸ Ἄρηος, ἢ τοῖς ἄνω προσδοτέον, ἵνα στίζωμεν ἐπὶ τὸ ἄρηος.

153. * παραγραπτέον ἐπάνω διὰ τὸ ἑτέρων πραγμάτων ἀρχὴν εἶναι.

154. * ὅτι ὅρος ὁ Ὄλυμπος, καὶ ῥία ἔχει, καὶ ἀπὸ τῶν ὀρῶν ἐπιθεωροῦσιν.

155. τὸν μὲν ποιπνύοντα ὅτι τὸ ποιπνύοντα ἐνεργοῦντά ἐστιν, οὐχ ὡς οἱ γλωσσογράφοι ποιοῦσι τὸ ποιπνύειν διακονεῖν ἐκ τοῦ “ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα” (Il. I, 600). γέγονε δὲ παρὰ τὸ πονῶ πονύω πνύω ποιπνύω ἀναδίπλωσις.

[*](5. θεῖ) Bekkerus (* θεῖεν)] ποι- 8. τὸ Bekk.] τῷ ἠσειεν 28. ὀρῶν] ῥίων Lehrsius.)[*](* ἐκλύσειεν] κωλύσειεν)
41

ἄλλως. ἔστι τὸ μετὰ πνεύματος καὶ σπουδῆς ποιεῖν τι· ἔγκειται οὖν τὸ ποιεῖν καὶ τὸ πνύεὶν.

157. * Ἀρίσταρχος πολυπίδακος, ἄλλοι δὲ πολυπιδάκου. οὕτως πολυπίδακος ἀπὸ τῆς πολυπῖδαξ· καὶ κατὰ τὸ ἀπλοῦν “πίδακος ἀμφʼ ὀλίγης” (Il. 16, 825). τὸ δὲ διὰ τοῦ υ γράφειν τελέως ἄγροικον.

162. ὅτι Ζηνόδοτος γράφει ἑωυτήν. οὐχ ἁρμόζει δὲ αἰτιατικῇ πτώσει τὸ οὕτως συναλείφειν· διαλύεται γὰρ εἰς τὸ ἔ καὶ αὐτήν. ἀγνοεῖν δὲ τὴν διαφορὰν αὐτόν φησιν Ἀρίσταρχος.

163. * εἴ πως ἐν ἄλλῳ ὅπως ἱμείραιτο.

164. ἢ χροιῇ τὸ ᾖ δασυντέον καὶ περισπαστέον· ἔστι γὰρ δοτικὴ πτῶσις κτητικῆς ἀντωνυμίας.

167, * ὅτι πληθυντικῶς τὴν θύραν θύρας.