Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

69. *μέλλει ὅτι ἀντὶ τοῦ ἔοικεν.

72. οὕτως αἱ Ἀριστάρχου ὅτε διὰ τοῦ ε, καὶ ἔστιν ἀκόλουθον τῷ “ᾔδεα γὰρ ὅτε πρόφρων” τὸ “εἶδα δὲ νῦν ὅτε.”

73. κυδάνει βαρυτονητέον ὁμοίως τῷ “οἰδάνει ἐν στήθεσσι νόον” (Il. 9, 554).

75. ἡ ὑποστιγμὴ ἀμφίβολος· ἤτοι γὰρ ἐπὶ τὸ εἰρύαται ἢ ἐπὶ τὸ θαλάσσης· καὶ ἀμφότεραι λόγον ἔχουσι. μᾶλλον δὲ κατὰ τὸ τέλος τοῦ στίχου· οὐ γὰρ ἐγγὺς τῆς θαλάσσης, ἀλλʼ εἰς αὐτὴν τὴν θάλασσαν ἑλκύσαι συμβουλεύει. ἐζήτηται δὲ πῶς ὁ Ἀγαμέμνων οὕτως ἀστρατήγως φυγεῖν προστάσσει τοῖς Ἕλλησι λέγων νῆες ὅσαι πρῶται. ῥητέον οὖν ὅτι ἑ Ἀγαμέμνων γινώσκων αὐτοὺς μὴ φευξομένους διὰ τὴν οἰκείαν ἀρετὴν, καὶ ὅτι οὐδὲ λαθεῖν ἠδύναντο τοὺς πολεμίους, ἐπιτρέπει αὐτοῖς φεύγειν, ἵνα μὴ δόξῃ παρὰ δύναμιν κατέχων αὐτοὺς ἕνεκεν τοῦ καθʼ ἑαυτὸν χρησίμου αἴτιος γενέσθαι τοῦ πάντας ἀπολέσθαι, τοὐναντίον δὲ εὔνοιαν ἑαυτῷ πορίσηται διὰ τὸ πᾶν ὁτιοῦν αἱρεῖσθαι ποιεῖν καὶ ὑπομένειν καὶ τὴν ἐκ τῆς φυγῆς ἀδοξίαν ἕνεκεν τῆς ἐκείνων σωτηρίας.

78. νὺξ ἀβρότη ὅτι ἤτοι κατὰ παράλειψιν τοῦ μ ἀντὶ τοῦ ἀμβρότη, οἷον ἀθάνατος· ἢ ἀβρότη, καθʼ ἣν βροτοὶ οὐ φοιτῶσιν. ἢν καὶ τῇ ἐὰν ὅλως καὶ διʼ αὐτῆς.

81. *ἠὲ ἁλώῃ ἐλλείπει τὸ ἢ μείνας ἁλώῃ.

84. οὐλόμενε τι τινὲς ἀποδεδώκασιν οὐλόμενε δεινέ· οὐ γὰρ ἂν λέγοι τῷ Ἀγαμέμνονι ὁ Ὀδυσσεὺς ὀλέθρου ἄξιε. οὐ δυσωπητέον μέντοι γε, ἀλλʼ εἰς τὴν ἐνεστῶσαν περίστασιν ἀτενιστέον· ἐπ᾿ ὠφελείᾳ γὰρ λέγει τοῦ Ἀγαμέμνονος καὶ τῶν ἄλλων συμμάχων. διὸ καὶ ἐπιφέρει “ὦ Ὀδυσεῦ, μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ ἀργαλέῃ” (104).

89. * καλλείψειν αἱ Ζηνοδότου ἐκπέρσειν, οὐ καλλείψειν. καὶ παρίστησιν ἦθος.

[*](13. ἐζήτηται] *Πορφυρίου prae- 17. *αὐτοῖς] αὐτοὺς fixum. 19. *τοῦ] τοὺς)[*](16. *ὅτι] om.)
38

91. *ὃν οὔ κεν ἀνήρ γε—ἄγοιτο ὃν οὐχ ἕτερος εἴποι.

92. * οὕτως ἐπίσταιτο.

95. νῦν δὲ σεῦ ὠνοσάμην ἀθετεῖται, ὅτι εἰ μὲν ἀπεδέχετο αὐτὸν κατά τι, νῦν δὲ μόνον ἐμέμφετο, ἐνεχώρει καὶ τὸ ἐν ἄλλῳ τόπῳ δεόντως φέρεσθαι. Ζηνόδοτος δὲ γράφει νῦν δέ σε ὠνοσάμην πάγχυ φρένας. καὶ Ἀριστοφάνης δὲ προηθέτει.

τὸ οἷον ἔειπες ἤτοι καθʼ αὑτὸ νοητέον, ἵνʼ ᾖ θαυμαστικὸς ὁ λόγος, ἢ τοῖς ἄνω συναπτέον, ἵνʼ ᾖ ὁ λόγος, νῦν δὲ παντελῶς ἐμεμψάμην σε οἷον εἴρηκας.

110. ἐγγὺς ἀνήρ ἐζήτηται διὰ τί νῦν Διομήδης συμβουλεύει καὶ οὐ Νέστωρ. ῥητέον δὲ ὅτι τὸ μὲν γῆρας ἐν τοῖς δεινοῖς ἐστὶν ἐπισχετικὸν, ἡ δὲ νεότης θαρσαλεωτέρα. ἄλλως τε καὶ Διομήδης ἐν τῇ προτέρᾳ συμβουλῇ θαυμασθεὶς νῦν μᾶλλον τεθάρρηκε, καὶ προήρπακε τῶν πρεσβυτέρων τοὺς λόγους.

111. *νῦν φθόνῳ φθονήσετε.

112, * οὕτως νεώτατος ὑπερθετικῶς ὡμολόγουν ἅπασαι.

114. ὅτι χυτὴ γῆ ἡ ἐπὶ τοῖς νεκροῖς ἐπιχεομένη, οὐ καθολικῶς, ὡς μέλαινα καὶ φερέσβιος. Ζηνόδοτος δὲ ἠθέτει· παρὰ Ἀριστοφάνει δὲ οὐκ ἦν. τὸ δὲ κάλυψε Ἰακῶς.

*καλύπτει γράφεται κάλυψε.

116. *οὗτος ὁ στίχος μεταξὺ κεῖται· τὸ δὲ ἑξῆς Ἄγριος ἠδὲ Μέλας.

117. ἱππότα Οἰνεύς ὅτι ἐλέγχονται οἱ τὸν ἱππότην ἀποδιδόντες φυγάδα· ὁ γὰρ Οἰνεὺς κατέμεινεν ἐπὶ τῆς πατρίδος.

118. *ἐμοῖο οὕτως Ἀρίσταρχος. Ζηνόδοτος δὲ ἐμεῖο, οὐκ ὀρθῶς.

119. ὁ μὲν αὐτόθι μεῖνε ὅτι ὁ Οἰνεὺς κατέμεινεν ἐπὶ τῆς πατρίδος, ὁ δὲ ἱππότης ἄρα οὐ φυγὰς, ἀλλʼ ἱππικός. καὶ ὁ Ἡσίοδος δὲ οὕτως ἀκήκοεν· “ἰδὼν δʼ ἱππηλάτα Κῆϋξ” ἀντὶ τοῦ ἱππικός.

[*](3. Obelus cum asterisco prae- τερον fixus. 19. Ἰακῶς Schmidt. Did. p. 152])[*](4. νῦν—φέρεσθαι] ἐνεχώρει, νῦν δὲ ἰωνικῶς μόνον ἐμέμφετο, καὶ διὰ τὸ—φέρεσθαι 21. ἐξῆς] τρεῖς παῖδες ἐξεγένοντο Lehrsius. addit Friedl.)[*](10. ἐζήτηται] *Πορφυρίου prae- 28. δὲ prius addidit Vill. fixum 29. Κῆϋξ Bekkerus] κῆρυξ)[*](12. *θαρσαλεωτέρα] θαρσαλεώ-)
39

*αὐτόθι γράφεται καὶ αὐτοῦ, ὡς “αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται (Il. 2, 322).

* μεῖνε ἐν ἄλλῳ μίμνε.

120. εὐσχημόνως ὁ Διομήδης παρεσιώπησε τὴν τοῦ πατρὸς φυγήν· Τυδεὺς γὰρ ἀνελὼν Λυκωπέα καὶ Ἀλκάθουν ἑαυτοῦ παῖδας ἔφυγεν. ἡ ἀληθεστέρα ἱστορία αὕτη. Τυδεὺς ὁ Οἰνέως Αἰτωλὸς μὲν ἦν τὸ γένος, ἀνδρειότατος δὲ τῶν καθʼ αὑτὸν γενόμενος ἔτι νέος ὢν ἐθεάσατο τὸν πατέρα διὰ γῆρας ὑπὸ τῶν Ἀγρίου παίδων τῆς βασιλείας ἐκβαλλόμενον· διόπερ ἀναιρεῖ τούς τε ἀνεψιοὺς καὶ σὺν αὐτοῖς ἀκουσίως τὸν ἀνεψιόν· φυγὼν δὲ εἰς Ἄργος πρὸς Ἄδραστον βασιλέα τῆς χώρας καθαρσίων τε τυγχάνει πρὸς αὐτοῦ καὶ λαμβάνει τὴν αὐτοῦ θυγατέρα Δηϊπύλην. ἡ ἱστορία παρὰ Φερεκύδει.

124. πολλὰ δέ οἱ πρόβατʼ ἔσκε ὅτι πάντα τὰ τετράποδα, διὰ τὸ ἑτέραν βάσιν ἔχειν πρὸ τῆς ὀπισθίας.