Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

697. *ὅτι σὺν τῷ ο Ὀϊλεύς.

702. *ἵστατʼ ἀπʼ Αἴαντος Ζηνόδοτος χάζετʼ ἀπʼ Αἴαντος.

705. *χωρὶς τοῦ ν, ἀνεκηκίει, καὶ διὰ τοῦ ῑ.

707. ἱεμένω ὅτι ἀντὶ τοῦ ἱεμένους· τὸ γὰρ ἱεμένω ὀρθὴν καὶ αἰτιατικὴν σημαίνει, καὶ ὅτι τέμει ἀντὶ τοῦ τέμνῃ.

τέμει δέ τε τέλσον ἀρούρης τέλσον ὡς χέρσον· γέγονε δὲ κατὰ μεταβολὴν, παρὰ τὸ τέλος, πλεονάσαντος τοῦ σ.

712. οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι ὅτι Ζηνόδοτος γράφει ἀλλʼ οὐκ Ἰλιάδῃ. ὁ δὲ Ὅμηρος σὺν τῷ ο λέγει Ὀϊλιάδης.

713. *σφι οὕτως Ἀρίσταρχον χωρὶς τοῦ ν, σφι· Ἀριστοφάνης δὲ σὺν τῷ ν.

724. * ὅτι θηλυκῶς τὴν Ἴλιον.

725. *ὅτι ἐλλείπει ἡ πρός, πρὸς Ἕκτορα.

727. οὕνεκά τοι περὶ δῶκε τὸ περί ἀντὶ τοῦ περισσῶς· τὸ δὲ δῶκε προπερισπαστέον.

*τοῦτο ἀφʼ ἑτέρας ἀρχῆς ἀναγνωστέον· λέγει δὲ ἐν ὑποκρίσει ἐρωτῶν.

731. ἐν ἄλλῳ καὶ οὕτος “ἄλλῳ δʼ ὀρχηστὺν, ἑτέρῳ κίθαριν καὶ ἀοιδήν.”

733. * πολλοί Ἀριστοφάνης πολλόν.

734. περισπαστέον τὸ πολεῖς ὡς ταχεῖς, ὁμοίως τῷ “πολεῖς ὀλέσαντʼ αἰζηούς” (Il.15, 66). τοῦτο δέ φημι, ἐπεί τινες βούλονται ἕνεκα ἐμφάσεως μείζονος βαρυτόνως ἀναγινώσκειν, οἷς μάχεται καὶ ἡ ὀρθογραφία ἡ κατʼ Ἴωνας. ἡ διπλῆ δὲ, ὅτι κατὰ συναλοιφὴν ἐκληπτέον, ἵνα διαιρῆται, μάλιστα δέ κε αὐτός.

736. πάντη γάρ σε περὶ στέφανος ὅτι στέφανον ἡρωϊκὸν πρόσωπον ὠνόμακε διὰ τῶν γενομένων αὐτῶν· οὔτε γὰρ οἱ τῆς Πηνελόπης μνηστῆρες οὔθʼ οἱ Φαίακες οὔθʼ οἱ ἐπὶ τῶν θυσιῶν ἐστέφοντο. ἀλλʼ ἴσως ἀπὸ τῆς κατὰ τὴν ἐμπλοκὴν στεφάνης διὰ τὸ κυκλοτερὲς εἴρηται.

[*](3. ἀνεκηκίει] Hoc ineptum est. 18. Hoc scholion manus rec. Duplex notatur scriptura, altera legitur in ima pagina. ἀνακηκίει, altera ἀνεκήκιεν. In textu 25. κε Lehrsius] καὶ. In textu codicis est ἀνεκηκίει. δέ κ᾿ αὐτός.)[*](4. ῖεμένω et ῖεμενους sine spiritu 27. διὰ] οὐδέποτε δὲ χρωμένους in A. εἰσήγαγε διὰ Lehrsius.)
30

740. *ὅτι ἀρίστους τοὺς ἀριστέας, πρὸς τὸ “οὕνεκʼ ἄριστος ἔην” (Il. 2. 580).

745. μὴ τὸ χθιζόν ὅτι μεταφορικῶς χθιζὸν χρεῖος τῷ ἴσῳ σταθμῷ ἀποκαταστήσωσι, τουτέστι μὴ ὃ ἡμεῖς ἐλάβομεν χθὲς νικῶντες, σήμερον εἰσπράξωσιν.

ἄλλως. μή πως τὴν χθεσινὴν ἧτταν ἀποδώσουσιν ἡμῖν οἱ Ἕλληνες, ὥσπερ σταθμῷ δεδανεικότες. μηδέπω γὰρ νομισμάτων ὑπαρχόντων σταθμῷ ἐδάνειζον οἱ ἀρχαῖοι χρυσίον καὶ ἀργύριον καὶ τὰ παραπλήσια.

752. *εἰς τὸ καταπονούμενον μέρος.

754. ὅτι νιφόεντα τὰ ὄρη. καὶ Ὄλυμπος τοιγαροῦν ὄρος· νιφόεις γὰρ λέγεται (Il. 18, 615).

759. *Ὑρτάκου ὡς θυλάκου· τὰ γὰρ εἰς κος λήγοντα τρισύλλαβα, τὴν πρώτην συλλαβὴν εἰς ἀμετάβολον καταλήγουσαν ἔχοντα, προπαροξύνεται, Λάμψακος Ῥρύνδακος· “Ῥύνδακον ἀμφὶ βαθύσχοινον.” οὕτως οὖν καὶ Ὕρτακος.

761. τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ὅτι συλληπτικῶς ἐπὶ τῶν τετρωμένων καὶ τῶν ἀπολωλότων· οὐ πάμπαν μὲν γὰρ ἀπήμονες οἱ τραυματίαι, οὐκ ἀνόλεθροι δὲ οἱ τετελευτηκότες.

764. βεβλημένοι οὐτάμενοί τε ἀντὶ τοῦ οἱ μὲν ἀπὸ μήκους βεβλημένοι δόρατι ἢ ἰῷ, οἱ δὲ ἐκ τοῦ ἐγγὺς τετρωμένοι ξίφει ἤ τινι τοιούτῳ.

*ὅτι πάλιν συλληπτικῶς· οἱ μὲν γὰρ ἐβέβληντο, οἱ δὲ οὐτάμενοι ἦσαν.