Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

627. μὰψ οἴχεσθʼ ἀνάγοντες ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει μὰψ οἴχεσθον ἄγοντες. καὶ τὸ δυϊκὸν συγχεῖται ἐπὶ πολλῶν τασσόμενον· καὶ ἠγνόηκεν ὅτι ἀναγωγὴν καλεῖ τὸν ἐκ Πελοποννήσου· εἰς Τροίαν πλοῦν.

φιλέεσθε παρʼ αὐτῇ διχῶς αἱ Ἀριστάρχου, καὶ διὰ τοῦ ε.

629. ἥρωας Ἀχαιούς ὅτι σαφῶς πάντας τοὺς Ἕλληνας ἥρωας καλεῖ, πρὸς Ἵστρον λέγοντα μόνους τοὺς βασιλεῖς ἥρωας λέγεσθαι ὑφ᾿ Ὁμήρου.

638. ὁ νοῦς· πᾶς τις, φησὶ, τῶν τερπνῶν βούλεται κορεσθῆναι ἢ τοῦ πολέμου, οἱ δὲ Τρῶες οὐχ οὕτως.

643. *πρὸς τὴν περὶ τοῦ Πυλαιμένους ζήτησιν.

649. *ὅτι πτῶσις ἤλλακται, χρόα ἀντὶ τοῦ χρωτός.

653. *κατʼ αὖθι βραχὺ διασταλτέον πρὸς τὸ σαφές.

657. ἐς δίφρον ἀνέσαντες Ἀπολλώνιος ὁ Ῥόδιος ἐν τῷ πρὸς Ζηνόδοτον ἐς δίφρον ἀναθέντες.

*ὅτι θηλυκῶς τὴν Ἴλιον·

658, 659. ἀχνύμενοι, μετὰ δέ σφι—ποινὴ δʼ οὔτις παιδός ἀθετοῦνται ἀμφότεροι, ὅτι πλανηθείς τις ἐκ τοῦ “ὅς ῥα πατρὶ φίλῳ ἕπετο” ἔταξεν αὐτοὺς, ἵνα καὶ ὁ πατὴρ τὸν υἱὸν ὀδύρηται. οὐ λέγει δὲ νῦν ἔπετο, ἀλλʼ ὅτε τὸ πρῶτον ἐκ τῆς πατρίδος παρεγίνετο. διὸ καὶ πρόσκειται τὸ “ἐς Τροίην, οὐδʼ αὖτις ἀφίκετ.” εἰ δὲ μένοιεν οἱ στίχοι οὗτοι, νοητέον ὁμωνυμίαν εἶναι.

ζητεῖται πῶς ἀνωτέρω (Π. 5, 576) ἀνῃρημένος ὑπὸ Μενελάου ὁ Πυλαιμένης τὰ νῦν δύναται ἀκολουθεῖν τῷ παιδὶ καὶ κλαίειν. ἔστι [*](5. Post hoc scholion legitur ὡς] ὅτι Friedlaenderus. lemma (v. 625) ξεινίου ὅς τε ποτʼ 13. παρʼ] περ. Duplex fuit ὔμμι διαφθέρσει πόλιν αἰπήν, sed scriptura, παρʼ vel περ. scholion ipsum excidit. 19. περὶ τοῦ Πυλαιμμένους] V. ad) [*](6. πρὸς Bekk.] ὅτι πρὸς vol. 1 p. 1, 7. 133, 11. 184, 2.)

28
δὲ λέγειν ὅτι δύο Πυλαιμένεις Παφλαγόνων ἡγεμόνας συνίστησιν ὁ ποιητὴς, ὡς Αἴαντας δύο καὶ Εὐρυβάτας δύο κήρυκας, τὸν μὲν Ἀγαμέμνονος, τὸν δὲ Ὀδυσσέως. ἔνιοι δὲ πιθανῶς μεταγράφουσι “μετὰ δʼ οὔ σφι πατὴρ κίε δάκρυα λείβων.”

659. ποινὴ δʼ οῦ τις παιδὸς ἐγίνετο τεθνηῶτος ἐπεὶ οὐχ ὁ πατὴρ τιμωρεῖ αὐτῷ, ἀλλʼ ὁ Ἀέξανδρος χαλεπήνας ὑπὲρ τοῦ ἀνῃρημένου Εὐχήνορα τὸν Κορίνθιον ἀναιρεῖ.

663. ὅτι δισσὰς εἱμαρμένας ὑποτίθεται τοῦ Εὐχήνορος, καθάπερ καὶ ἐπʼ Ἀχιλλέως (Π. 9, 411) “διχθαδίας κῆρας φερέμεν.”

669. *θωήν νῦν τὴν μέμψιν.

674. βραχὺ διασταλτέον, Διὶ φίλος· διὰ μέσου γάρ ἐστι τὸ οὐδέ τι ᾔδη.