Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

9. * ὅτι πάλιν τὸ βεβολημένος τὸ διὰ τοῦ ο ἐπὶ ψυχῆς λέγει.

11. νυκτὸς δὲ οὔσης καὶ πλησίον ὄντων τῶν πολεμίων οὐ πάντας· καλεῖ, ἵνα μή τις ταραχὴ γένηται.

12. * ὅτι τὸ πονεῖν ἀεὶ ἐπὶ τοῦ ἐνεργεῖν τίθησιν.

14. ώστε κρήνη μελάνυδρος] ὅτι Ζηνόδοτος γράφει “μετὰ δʼ [*](2. ἄμυδις] καὶ ἐξαιρέτως addit legitur ἐν ά) ex Arsenio] ὡς ἕνα. Recte apud Herodian. περὶ μον. λέξ. Lehrsius. 13. ἐξ ἁλός] ἔξαλος Lehrsius. p. 25, 24 Ἡρόδοτος ἐν τῇ τετάρτῃ.' 16. Ante μετὰ γοῦν lacunam 19. ἔθνους] Recte ἔθνεος apud indicavit Lehrsius. Herodianum. ἀλλʼ οὐ παρʼ Ὁμήρῳ διὲξ—ἄγγος] Archilochi verba in addit Lehrs. Etym. M. p. 324, 16. 21. διὰ τοῦ ᾱ] I. e. ἔχευαν. 18. Ἡρόδοτος ex Arsenio ap. 24. Hoc scholion post scholion Cramer. Anecd. Paris. vol. 3 p. 11] versus 12 legitur: unde explicanda δὲ particula, quam delevit Vill. ἡρωδιανὸς ἐν δ΄ (nam sic corrigendum quod 27. μετὰ δʼ Bekkerus] μετʼ)

299
Ἀργείοισιν ἔειπεν, ὦ φίλοι Ἀργείων.” περιῄρηκε δὲ πάντα τὰ κατὰ τὴν παράθεσιν. ἀναγκαῖα δέ ἐστιν εἰς αὔξησιν.

μελάνυδρος] πολύυδρος· φύσει γὰρ μέλαν τὸ ὕδωρ, ἀλλὰ λαμ- πρύνεται ταῖς ἡλιακαῖς αὐγαῖς. ἢ βαθεῖα· τοῦ γὰρ μελαίνεσθαι αἴτιον τὸ βάθος.

15. αἰγίλιπος] ἧς ἂν καὶ αἲξ ἀπολείποιτο διὰ τὸ ἄγαν ὑψηλὸν καὶ δύσβατον· ἐν γὰρ τοῖς κρημνοῖς αἱ αἶγες ὡς ἐπίπαν νέμονται. ἡ δὲ παραβολὴ πρὸς τὸ πλῆθος τῶν δακρύων εἴληπται καὶ τῶν στεναγμῶν.

16. ὅτι τινὲς γράφουσιν ὡς ὅγε δακρυχέων διὰ τὸ ἀκαταλ- λήλως πρὸς τὰ δάκρυα τὸ στενάχων ἀποδεδόσθαι. ἔστι δὲ ἐν τῷ στενάχειν καὶ δακρύειν ἀπὸ προηγουμένου νοούμενον.

17. ἡ διπλῆ, ὅτι ἐνθάδε οὕτως γραπτέον· πρὸς γὰρ τοὺς ἀρίστους, οὐ πρὸς τὸ πλῆθος ὁ λόγος. ὅταν δὲ ἀπόπειραν τῷ πλήθει προσάγῃ, προσφυέστερον γράφεται “ὦ φίλοι ἥρωες Δαναοὶ, θεράποντες Ἄρηος” (Il. 2, 110). διασταλτέον δὲ ἐπὶ τὸ φίλοι διὰ τὴν ἀντέμ- φασιν· ἑαυτῷ μὲν γὰρ προσφιλεῖς. Ἀργείων δὲ ἡγήτορας αὐτοὺς λέγει.