Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

70. δαίνυ δαῖτα γέρουσιν] παρασκεύαζε τὴν εὐωχίαν τοῖς ἐντίμοις, ἢ ἐφ’ ἑστίασιν ἄγε τοὺς πρωταγωνιστάς.

71. ὅτι πλεῖαι ἀντὶ τοῦ πλήρεις. πρὸς τὸ “παρῴχηκεν δὲ πλέω νύξ” (Il. 12, 252) ἀντὶ τοῦ πλήρης.

72. *ἠμάτιαι] ἀνὰ ἑκάστην ἡμέραν, ἢ διὰ μιᾶς ἡμέρας.

73. ὑποδεξείη] ὡς Ἀργείη· τὸ δὲ ἀκόλουθον ὤφειλεν εἶναι. κοινὸν ὑποδεξία ὡς παρὰ τὸ ἀνόρεκτος ἀνορεξία. ταῦτα ἐν τῇ προσῳδίᾳ· ἐν μέν- τοι τῇ καθόλου οὕτως “πᾶσά τοί ἐσθʼ ὑποδεξίητ” ἕνεκα μέτρου ἔκτασιν ἔπαθε τοῦ ι. ἀγνοίᾳ μέντοι τἀκριβοῦς διὰ τῆς ει διφθόγγου τὴν γραφὴν ποιοῦνται, καὶ οὕτως ἔχει ἡ τοῦ Ἀριστοφάνους παράδοσις. αἱ δὲ Ἀριστάρχου οὕτως εἶχον διὰ τοῦ γάρ, πολέσιν γὰρ ἀνάσ- σεις. ἔχει δέ τι Ὁμηρικὸν καὶ ἡ διὰ τοῦ δέ, πολέεσσι δʼ ἀνάσ- σεις.

πᾶσά τοι ἔσθʼ ὑποδεξείη] πρὸς ὑποδοχὴν εὐτρέπισται σοὶ χο- ρηγία. ἐπαίρει δὲ τὸν βασιλέα εἰς τὸ μετέπειτα αὐτὸν ὑπήκοον σχήσων.

*Αρίσταρχος πολέσιν γὰρ ἀνάσσεις.

75. *χρεώ] χρεία καταλαμβάνει.

76. *οὕτως γρ. ὅτι δήϊοι.

77. ὅτι προσυπακουστέον τὸ καὶ οὐ μὴ μᾶλλον θρηνήσει καὶ κόψεται; καὶ ὅτι ἔξωθεν τὸ ἰδών.

78. *διαρραίσει] διʼ ἑνὸς ρ αἱ Ἀριστάρχου.

[*](12. τὸ δὲ Lehrsius] τὸ εἰ γράφων παράδοσις minus probabili- 16. καὶ οὔτως—αἱ δὲ Ἀριστάρχου ter Lehrsius Herod. p. 248. οὕτως] Legendum videtur οὕτως 17. πολέσιν γὰρ] πολέεσσι γὰρ ἔχει ἡ παράδοσις. ἡ Ἀριστοφάνους 25. ὅτι] ο A. Itaque alii lege- πολέεσσι δʼ ἀνάσσεις. αἱ δὲ Ἀριστάρ bant ὅτε. COBET. χου ούτως—, aut πολέεσσι δʼ ἀνάσ- 26. τὸ καὶ σὺ Lehrsius ad Hero- σεις: οὕτως ἔχει ἡ Ἀριστοφάνους· αἱ dian. p. 458] τὸ ὁρῶν καὶ βλέπων δὲ Ἀριστάρχου οὕτως—. COBET. γελάση, quod est glossema verbo- τοῦ Ἀριστοφάνους Villois. Prol. p. rum τίς ἂν τάδε γηθήσειεν. xxiii.] τ ἀντιφάνους A. ἡ τῶν ἀντι- 27. ἔξωθεν τὸ] τὸ ἔξωθεν τὸ)
304

86. *ἅμʼ ἔστειχον] Ἰακῶς τὸ στεῖχον αἱ Ἀριστάρχου, ἅμα στεῖχον.

88. *δόρπον] Ἀρίσταρχος μετὰ τοῦ α δόρπα. δόρπα] ἄριστον μὲν τὸ πρωῖνὸν ἔμβρωμα, δόρπος δὲ τὸ νῦν ἄριστον, ἢ δεῖπνον μεθʼ ὃ τὰ δόρατα ἔπαυον.

διὰ τοῦ α δόρπα αἱ Ἀριστάρχον. ἄκαιρος δὲ Ζηνόδοτος γράφων τίθεντο δὲ δαῖτα θάλειαν· ἄτοπον γὰρ θαλιάζειν τοὺς πένθει ἀτλήτῳ τὴν ψυχὴν βεβλημένους.

89. *ἀολλέας] Ἀρίσταρχος γέροντας ἀριστέας.

92. * ἐπιθυμίαν ἐπλήρουν.

97. ἐν σοὶ μὲν λήξω] σύ μοι ἀρχὴ καὶ τέλος τῶν λόγων πάλιν γενήσῃ. ἀνακτᾶται δὲ αὐτὸν τοῖς ἐγκωμίοις, πρότερον καταπτοήσας.

99. ἵνα σφίσι βουλεύῃσθα] ἵνα τούτοις χρώμενος προβουλεύῃς τῶν ὑποτεταγμένων. ὡς τοῦ βασιλέως δὲ καὶ τῶν θεμίστων κρατοῦν- τος. οὐδέπω γὰρ ἐχρῶντο γραπτοῖς νόμοις.

101. *κρηῆναι δὲ καὶ ἄλλῳ] καὶ ἄλλου δέ τινος ἐπιτελέσαι καὶ βεβαιῶσαι τὴν γνώμην.

102. σέο δʼ ἕξεται ὅττι κεν ἄρχῃ] ἤτοι ἐν τῇ σῇ ἐξουσίᾳ ἔσται τὸ ἔργον τοῦτο δοκιμάσαι, ἢ τὸ τῶν λόγων κατόρθωμα σὸν ἔσται· εἰς σὲ γὰρ ἀνενεχθήσεται. τὸ ἕξεται δασυντέον· ἀπὸ γὰρ τοῦ ἔξω μέλλοντος δασυνομένου μέσος ἐστίν.

104. *ἄλλος] γράφεται καὶ ἄλλον.

106. διογενεῦς] περισπωμένως ἀναγνῶμεν· συναίρεσιν γὰρ ἔπαθε τοῦ διογενέος καὶ διογενοῦς, καὶ τροπῇ τοῦ ο εἰς ε διογενεῦς· γενικῆς γάρ ἐστι πτώσεως.

108. *οὔτι καθʼ ἡμέτερόν γε νόον] ἀντὶ τοῦ οὐ κατὰ τὴν ἐμὴν γνώμην.

109. ἀπεμυθεόμην] ἀπηγόρευον, ἐκώλυον· γράφεται δὲ καὶ ἐπεμυθεόμην, ἵνʼ ᾖ ἀπελογιζόμην.

*οὕτως Ἀρίσταρχος, ἀπεμυθεόμην.