Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

443. οἱ δὲ θεοὶ πὰρ Ζηνί ἕως τοῦ “ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον” (464) ἀθετοῦνται στίχοι κβ΄, ὅτι περὶ τῆς ἀναιρέσεως τοῦ τείχους λέγει πρὸ τῆς τειχομαχίας (Il. 12, 4) ὡς ἂν μὴ προειρηκὼς ἐνθάδε.

446. ἦ ῥά τις ἔστι βροτῶν] ἆρα ἔτι, φησὶ, τὶς τῶν ἀνθρώπων κοινώσεται διὰ τῶν θυσιῶν ἃ βούλεται τοῖς θεοῖς;

447. ἀθανάτοισι] ἵτι ὡς καὶ αὐτὸς οὐκ ὢν ἀθάνατος λέγει. καὶ ἐν ἄλλοις δὲ κέχρηται τῷ γένει.

451. οὕτως Ἀρίσταρχος ὅσην τʼ ἐπικίδναται θηλυκῶς, Ζηνοδότειος δὲ ἡ “ὅσον τʼ ἐπικίδναται.”

*Ἀρίσταρχος ὅσην, ἄλλοι δὲ ὅσον.

452. τοῦ δʼ ἐπιλήσονται τό τʼ ἐγὼ] χωρὶς τοῦ τέ ἐν ταῖς Ἀρι- στάρχου τὸ ἐγὼ καὶ Φοῖβος, κατʼ ἔνια δὲ τῶν ὑπομνημάτων τὸ δʼ ἐγώ. καθόλου δὲ τὴν τῶν θεῶν ἀγορὰν ἠθέτουν οἱ περὶ Ζηνόδοτον καὶ Ἀριστοφάνη καὶ αὐτὸς Ἀρίσταρχος.

*τό τʼ ἐγώ] Ἀρίσταρχος τὸ ἐγώ.

453. *ἥρῳ] ὅτι δισυλλάβως καὶ ἐν Ὀδυσσείᾳ (8, 483) “ἥρῳ Δημοδόκῳ.”

[*](5. In marg. inter. οὕτως Ἀρίσταρχος. 6. πυρκαϊὰς (sic) κατὰ γενικήν)
266

465. * δύσετο] σημειοῦνταί τινες ὅτι ἀντὶ τοῦ ἐδύετο.