Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

492. βραχὺ διασταλτέον ἐπὶ τὸ βουβῶνα. οὐκ ἀναγκαῖον δὲ ἐκ- τείνειν τὴν τελευταίαν τοῦ νέκυν διὰ τὸ μέτρον· ἀπήρτηκε γὰρ εἰς μέρος λόγου.

497. ἀμφι ἓ] δασυντέον τὸ ε καὶ ὀρθοτονητέον· μεταλαμβάνεται γὰρ εἰς σύνθετον.

499. νόθον] τὸν οὐ γνήσιον υἱὸν, ἀλλʼ ἐκ παλλακίδος ὄντα. αἱ γὰρ παιδοποιίαι παρὰ τῷ ποιητῇ λέγονται τετραχῶς· ὁ μὲν γνήσιος, ὁ δὲ νόθος καλεῖται παῖς, καὶ ἄλλος σκότιος, καὶ ἄλλος παρθένιος. γνή- σιος μὲν οὖν καλεῖται ὁ ἐκ νομίμων γάμων, νόθος δὲ ὁ ἐκ παλλάκης· καὶ φησιν “εἰν ἑνὶ δίφρῳ ἐόντε νόθον καὶ γνήσιον ἄμφω” (Il. 11, 102). σκότιος δὲ ὁ ἐκ λαθραίας μίξεως, οἷον “σκότιον δέ ἑ γείνατο μήτηρ” (Il. 6, 24). παρθένιος δὲ ὁ ἐκ τῆς παρθένου ἔτι νομιζομένης γεννώ- μενος, ὡς τὸ “παρθένιος, τὸν ἔτικτε χορῷ καλὴ Πολυμήλη” (ib. 180). γίνεται δὲ νόθος νόθιος καὶ ἐν ὑπερθέσει ὀθνεῖος.

[*](4. αὐτῶν] τῶν φυτῶν Bekkerus. 13. ὀπαζὀμενος] ὀπάζων 8. εἱαμενή] ῖαμενή A, qui addit 27. μὲν οὖν Bekkerus] οὖν μὲν ?? δὲ λέγει τήν ἀνάδοσιν τῶν φυτῶν. 29. ἑ] om. 12. πεδίονδε] πεδίον)
194

500. ἐξ ἐκείνου τοῦ τόπου ἐν ᾦ ἵπποι ἐγεννῶντο ταχεῖς. εἶπε δὲ ὅτι ἐκεῖ ἐτρέφοντο καὶ οἱ ἵπποι τοῦ Πριάμου.

* ὅει οὕτως λέγει ὡς ἐν Ἀβύδῳ ἱπποτροφείων ὄντων τοῦ Πριάμου.

502. κόρσην] τὸν κρόταφον. ἐπὶ κόρσης γὰρ λέγουσιν οἱ Ἀττικοὶ τὴν γνάθον· καὶ “ἑτέροιο διὰ κροτάφοιο.” ὡς οὖν ἔλλος ἔλαφος, κόρση κόρταφος καὶ κρόταφος. ἡ διπλῆ δὲ, διότι προειπὼν τὴν κεφαλὴν διέσταλκε κατὰ μέρος τὸν κρόταφον.

503. τὸν δὲ σκότος ὄσσε κάλυψεν] σολοικισμὸς παρὰ τὰς πτώ- σεις· ἔδει γὰρ εἰπεῖν τοῦ δὲ σκότος ὄσσε κάλυψεν.

508. Περγάμου ἐκκατιδών] ἐκ τῆς ἀκροπόλεως προσχών. Ὅμηρος δὲ μόνην τὴν τῆς Ἰλίου ἀκρόπολιν Πέργαμον καλεῖ, οἱ δὲ νεώτεροι πάσας τὰς ἀκροπόλεις. ἰστέον δὲ ὅτι οἱ παλαιοὶ κτίζοντες τὰς πό- λεις ἐν τοῖς ὑψηλοτέροις τόποις τὰς ἀκροπόλεις ἐποίουν διὰ τὸ ἐκεῖσε προσφεύγειν ἀπὸ τῶν κοιλοτέρων τόπων τοὺς ἐνοικοῦντας ἐν τοῖς κατακλυσμοῖς.

513. * χόλον] ὅτι ἀντιφράζει τὸν χόλον τῇ μήνιδι ἐπὶ τοῦ αὐτοῦ προσώπου.

515. Τριτογένεια] ἡ Ἀθηνᾶ ἡ τὸ τρεῖν καὶ φοβεῖσθαι γεννῶσα τοῖς πολεμίοις, ἢ ἐπὶ Τρίτωνι ποταμῷ τῆς Λιβύης γεννηθεῖσα. ἢ ὅτι γεννηθεῖσαν ἔτρεσαν αὐτὴν οἱ θεοί.

517. * Ἀρίσταρχος μοῖρα πέδησε Ἰακῶς.

521. * λᾶας ἀναιδής] ὅτι μεταφορικῶς τὸ ἀνένδοτον καὶ σκληρὸν ἀναιδὲς λέγει.

523. *βραχεῖας διαστολὴ μετὰ τὸ ῥῆμα.

526. χολάδες τὰ ἔντερα, ἐπειδὴ εἰς αὐτὰ συρρεῖ ἡ ξανθὴ χολὴ, τοῦτο μηχανησαμένης τῆς φύσεως πρὸς τὸ διαθερμαίνεσθαι καὶ ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αὐτῆς πρὸς τὴν ἀπόκρισιν τῶν περιτ- τῶν. ἤμελλε γὰρ ψυχρὰ ὄντα τῇ κράσει ἀργὰ μένειν καὶ μηδέποτε ποιεῖν τὴν ἀπόκρισιν· τοιαῦτα γὰρ τὰ νευρώδη πάντα. οἱ δὲ ἠτυμολό- γησαν παρὰ τὸ χεῖσθαι, οὐ καλῶς.

527. * ἐπεσσύμενον] Ἀρίσταρχος διὰ τοῦ ᾱ ἀπεσσύμενον, ἀπι- [*](3. οῦτως] οὖ A, non οὐ ut Vill. 6. κεφαλήν] κόρσην Lehrsius ἱπποτροφείων] ἱπποτροφίων, ut 19. *ἢ ὅτι] ἢ om. apud alios interdum: v. Thes. vol. 31. Ἀρίσταρχος διὰ τοῦ ᾱ ἀπεσσύ- 4 p. 650. μενον] Sic etiam margo inter.)

195
όντα τὸν Πείρωα. ἐν δὲ τῇ ἑτέρᾳ ἑπεσσύμενος, ἵνα ἐπὶ τοῦ Θόαντος λέγηται. ἄτοπος δὲ τέλεον ἡ φερομένη ἐπεσσύμενον.

*βάλε] ὅτι τὸ βάλε ἐκ βολῆς ἔτρωσε.

534. οἵ ἑ] ἐγκλιτικῶς ἀναγνωστέον, ἵνα εἰς ἁπλῆν ἀντωνυμίαν ἡ μετάληψις γένηται.

535. πελεμίχθη] ἡ διπλῆ πρὸς τὸ σημαινόμενον, ὅτι τὰ ἐμπησ- σόμενα τῇ ἀσπίδι δόρατα ἀναχωροῦντες διετίνασσον, ἵνα ἐκπέσῃ.

536. * συναπτέον ἕως τοῦ ἡγεμόνες.

539. ἔνθα κεν] ἡ διπλῆ, ὅτι περισσὸς ὁ κεν, καὶ ὅτι ῥῆμα καὶ χρόνος ἐνήλλακται. ἰστέον δὲ ὅτι ὁ Ἀσκαλωνίτης βαρύνει τὴν οὔ ἀπόφασιν, οὐκέτι, ἵνα ᾖ τὸ ἑξῆς ἀρχὴ ἔτι. φέρεται δὲ καὶ ἑτέρα ἀνάγνωσις, οὔ κέ τι, ἐν παραλλήλοις δύο ὀξείαις, ἵνα τρία μέρη λόγου γένηται, οὔ καὶ ὁ κε σύνδεσμος καὶ τὸ τι, ἵνα τὸ ἑξῆς ᾖ οὐκ ἂν ὀνόσαιτο καὶ φανέντα.

ὅτι διὰ λόγον τοιοῦτον τὸ ἔτι μόριον μετὰ τοῦ οὐχί ἔννοιαν ἀνα- δέχεται τοιαύτην, ἀπόφασιν γεγονότος πράγματος, οἷον “οὐκέτι φιλο- λογεῖ·” πρότερον γάρ τις ἐφιλολόγει· οὐκέτι περιπατεῖ. ἐὰν οὖν παραλάβωμεν οὐκέτι ἔργον ὀνόσαιτο, τοιοῦτό τι παραληψόμεθα, ὡς ὅτι πρότερον μὲν ὀνοτὸν ἦν τὸ ἔργον, νῦν δὲ οὐκέτι. ἔνθεν οἶμαι τρία μέρη λόγου παρελάμβανον, οἱ δὲ κατὰ παρολκὴν τὸ ἔτι, οἷον τὸ ἐν τῇ Ὀδυσσείᾳ (5, 153) “ἔνθ᾿ οὐκέτι ἥνδανε νύμφη.”

540. *ὅτι διέσταλκε τὸ οὐτάσαι καὶ τὸ βαλεῖν.

541. διασταλτέον μέσον καὶ ἑλοῦσα· ἤρτηται γὰρ ὁ λόγος ἐκ τῶν προκειμένων, ἵνʼ ᾖ ἡ διάνοια, τότε ἄν τις πάντα τὰ τῆς μάχης ἔργα κατεπλάγη παρατυχὼν, εἴ γέ τις ἄτρωτος διὰ μέσων ἐδύνατο πορευθῆναι, ἦγε δὲ αὐτὸν ἡ Ἀθηνᾶ ἁπτομένη τῆς χειρὸς καὶ τὰ φερόμενα ἀπέτρεπε βέλη.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ τοῦ Νικάνορος περὶ Ὁμηρικῆς στιγμῆς.