Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

6. ἐπ᾿ Ἀτρείδῃ] οὐκ ἀναστρέφεται ἡ πρόθεσις· αἱ γὰρ συναλει- φόμεναι οὐκ ἀναστρέφονται, εἰς μονοσυλλαβίαν περιιστάμεναι.

*ὅτι οὐ τὸν μαλακὸν, ἀλλὰ τὸν ὀλέθριον· πέμπεται γὰρ ἐπ᾿ ἀπίστῳ καὶ κακῷ.

οὖλον ὄνειρον] δηλοῖ ἡ λέξις καὶ τὸν προσηνῆ, καὶ τὸν ὁλόκληρον, ὡς ἐν Ὀδυσσείᾳ (17, 343) φησὶν “οὖλον ἄρτον ἑλών” καὶ τὸν μαλακὸν, ὡς τὸ “οὔλων τε ταπήτων” (ΙΙ. 16, 224)· δηλοῖ δὲ καὶ τὴν τῶν τριχῶν δασύτητα ἢ διαστροφήν. οὖλον δὲ ὄνειρον οὐκ αὐτὸν ὀλέθριον ὄντα, ἀλλ᾿ ἐπʼ ὀλέθρῳ πεμπόμενον. ἢ οὖλον τὸν ὑγιῆ, ὥσπερ λέγεται οὐλὴ τραύματος. σημαίνει δὲ ἡ λέξις καὶ τὸ ὑγίαινε· “οὖλέ τε καὶ μέγα χαῖρε, θεοὶ δέ τε ὄλβια δοῖεν” (Od. 24, 403).

8. βάσκ᾿ ἴθι] Τυραννίων ὑφ᾿ ἕν, ὡς ἄπιθι. παραιτητέον δέ· τὰ γὰρ εἰς μι λήγοντα μετὰ προθέσεως φιλεῖ συντίθεσθαι, μετ᾿ ἄλλων δὲ λέξεων οὐκέτι. καὶ πάλιν τὰ διὰ τοῦ κ παραχθέντα κατ᾿ ἀρχὴν οὐ θέλει συντίθεσθαι. καὶ ἄμεινον ταυτολογίαν εἶναι, ἐμφαίνουσαν τὴν ἔπειξιν. καὶ ἀλλαχοῦ “ἔλθοι καὶ ἵκοιτο·” “ἔπος τ᾿ ἔφατ᾿ ἔκ τ᾿ ὀνόμαζεν,” καὶ Ἡρωδιανὸς μέν φησι τὸ ἴθι ἐνεστῶτα νῦν, Ἐπα- [*](1. τιμήσει᾿ Cobetus] τιμήσει. 18. ἀπίστῳ] ἀπάτῃ Lehrsius. In textu τιμήσῃ, superscripto ει. 30. *ἔπος τ᾿ ἔφατ᾿ ἔκ τ᾿ ὀνόμαζε] 3. * Ἀχαιῶν] om. Haec verba in A leguntur infra 8. βότρῦς καὶ βότρῦς Cobetus] post ἀορίστου, ὡς pro ἔπος τ᾿ scripto. βότρυσι βότρυς 31. νῦν] *εἶναι. 13. ἀνῆκεν] ἔρυκεν. Conf. p. 309.)

72
φρόδιτος δὲ ἀόριστον. δύναται δὲ καὶ ἴθ᾿ ἐπίρρημα παρακελεύσεως εἶναι, ἀντὶ τοῦ ἄγε, ὡς τὸ “ἴθ᾿ ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν” (Soph. Ai. 1003).

βάσκ᾿ ἴθι] στικτέον κατὰ τὸ τέλος τοῦ στίχου· περίοδον γὰρ αὐτοτελῆ ὁ στίχος ἔχει, καὶ τὸ πρέπον τῆς ἐγκελεύσεως διὰ τοῦ ἀσυνδέτου φαίνεται.

*ὅτι παραλλήλως βάσκε καὶ ἴθι. ἰσοδυναμοῦσι γὰρ αἱ λέξεις.

10. * ἀγορευέμεν] ὅτι ἀπαρεμφάτῳ χρῆται ἀντὶ προστακτικοῦ, ἀγορενέμεν ἀντὶ τοῦ ἀγόρευε.

11. τῶν Ἑλλήνων τὸ παλαιὸν ἀρετῆς ἕνεκα καὶ ἀνδρείας κο- μώντων τὰς κεφαλὰς, λόγος πρῶτον Θησέα ἀποκειράμενον τὴν ἐμπροσθίαν κόμην εἰς Δῆλον ἀναθεῖναι τῷ Ἀπόλλωνι.

12. νῦν] τὸ νῦν τοὺς τρεῖς δηλοῖ χρόνονς, ἐνεστῶτα “νῦν γὰρ δὴ γένος ἐστί” καὶ παρεληλυθότα “νῦν ὤλετο πᾶσα περὶ χθών” καὶ μέλλοντα “νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει” (ΙΙ. 20, 307).

ἕλοις] ὅτι Ζηνόδοτος χωρὶς τοῦ σ, ἕλοι. ἀπέστρεφε δὲ τὸν λόγον σχηματίσας, ὡς ἂν αὐτὸς ὁ ὄνειρος εἴποι πρὸς τὸν Ἀγαμέμνονα- οὕτως δὲ διὰ τοῦ ν τὸ πανσυδίῃ ὁ Ἀρίσταρχος, καὶ τὰ παρα- πλήσια τούτοις “ἄνστησον” (ΙΙ. 10, 176) καὶ “τάχα δ᾿ ἀνστή- σεσθαι ἔμελλεν” (ΙΙ. 2, 694). κἀν ταῖς πλείοσι δὲ καὶ χαριεστέραις τῶν ἐκδόσεων [πάντῃ κατὰ στρατόν] οὕτως εἶχον.

13, 14. οὐ γὰρ ἔτ᾿ ἀμφὶς—φράζονται] διχογνωμοῦσι περὶ τῆς Ἰλίου· τουτέστιν οὐκέτι γὰρ οἱ τὸν Ὄλυμπον κατοικοῦντες θεοὶ διάφορα φρονοῦσιν, οἱ μὲν τὰ ὑπὲρ Τρώων, οἱ δὲ τὰ ὑπὲρ Ἑλλήνων.

20. στῆ δ᾿ ἄῤ ὑπὲρ κεφαλῆς] ὑπὲρ κεφαλῆς ἵσταται ὡς τῶν αἰσθήσεων φθεγγόμενος πλησίον· αἱ δὲ αἰσθήσεις ἀπὸ τῆς βάσεως τοῦ ἐγκεφάλου τὴν ἀρχὴν ἔχουσιν. τῷ δὲ Νέστορι ὡμοίωται· τῶν γὰρ ἐντίμων οὗτος, ἐν οἷς καὶ Διομήδης καὶ Αἴαντες.

21. *Νέστορι] μετὰ τὸ Νέστορι βραχὺ διασταλτέον, μετὰ δὲ τὸ τέλος τοῦ στίχου τελείαν θετέον.

[*](2. *εἶναι—ἄγε] om. nominativo, ut p. 86, 28. 29. 4. * τὸ et τοῦ στίχου] om. 21. πάντη κατὰ στρατὸν delet Co- 13. *ἐνεστῶτα—καὶ παρεληλυθότα betus. —καὶ μέλλοντα] om. 26. *πλησίον] πλέον 20. κἀν ταῖς—εἷχον] Similiter p. 28. ἐντίμων Bekkerus] ἐννέα 94, 1, κἀν ταῖς Ἀριστάρχου ἐκδόσεσι τιμίων δυῖκῶς εἶχε τὸ τώ. Usitatius cum)
73

23. τελεία στιγμὴ κατὰ τὸ τέλος, ἐπεὶ ἀσύνδετος ὁ λόγος. τέσσαρας δὲ αὕτη χρόνους σιωπῆς δύναται.

26. *ἄγγελος] τὴν λῶς ὀξυτονητέον διὰ τὸ εἰμί.

27. σεῦ] ὀρθοτονητέον τὴν σεῦ· ἀντιδιέσταλται γὰρ πρὸς τὸν Ἀχιλλέα. ἢ ὅτι πρόκειται τοῦ ῥήματος ἡ ἀντωνυμία.

ὃς σεῦ ἄνευθεν ἐών] ὅτι τοῦτο ὀρθῶς πρὸς Πρίαμον Ἶρις λέγει (ΙΙ. 24, 174)· ἐπεὶ καὶ τίνος χάριν ἐλεεῖν αὐτὸν μέλλει;

28. *θωρῆξαί σε] τοῦ θωρῆξαι τὴν τελευταίαν ὀξυτονητέον· ἀπο- λελυμένη γάρ ἐστιν ἡ σέ.

35. *ἀπεβήσετο] εἰ μὲν ἀντὶ τοῦ ἀπέβαινε παρατατικοῦ, διὰ τοῦ ε γραπτέον, εἰ δὲ ἀντὶ τοῦ ἀπέβη ἀορίστου, διὰ τοῦ α γραπτέον. οὕτως Ἐπαφρόδιτος.

* δὲ λίπ᾿ ] οὕτως Ἰωνικῶς τὸ λίπε.

36. * ῥ᾿ ] δασυντέον τὸ ἅ· ἄρθρον γάρ ἐστι· καὶ δύο μέρη λόγου, ἅ ῥα, ἃ δή.

ἔμελλον] ἡ διπλῆ πρὸς τὸ σχῆμα, ὅτι ἔμελλον· ἡμεῖς δὲ ἐροῦμεν ἔμελλεν ἑνικῶς. καὶ ὅτι τὸ ἔμελλον ἀντὶ τοῦ ἐῴκεσαν.

41. θείη δέ μιν ἀμφέχυτ᾿ ὀμφή] ὅτι ὀμφὴ ἡ θεία κληδὼν, οὐ πᾶσα φήμη· διὸ καὶ ὁ Ζεὺς πανομφαῖος, ὁ κληδόνιος. ὀμφὴ δὲ ἡ τὸ ὂν φαίνουσα. λέγει δὲ ὅτι ἔναυλον εἶχε τὴν τοῦ ὀνείρου φωνήν.

ἐμφαντικὸν δὲ τὸ ἀμφέχυτο πρὸς τὸ μηδὲν αὐτῆς ἐπιλελῆσθαι.

42. χιτῶνα] χιτὼν τὸ λεπτότερον ἱμάτιον, ὃ προφέρεται παρὰ τὸ οἱονεὶ περιχεῖσθαι αὐτὸ τῷ σώματι. ἰστέον δὲ ὅτι ἐπὶ μὲν ἀνδρὸς χιτῶνα λέγει, ἐπὶ δὲ γυναικὸς πέπλον.

43. νηγάτεον] ἢ ἀγέννητον, ἢ λεπτὸν, ἢ τὸ νεωστὶ γεγονὸς, νεογά- τεόν τε ὄν. ἢ ὥσπερ παρὰ τὸ τείνω τατός, οὕτως γείνομαι γατός, νεήγατος, καὶ ὑπερθέσει τοῦ ε νηγάτεος.

[*](πᾶσα φωνή Lehrsius Arist. p. 88. 6. ὅτι—] Praescriptus est as- 21. πρὸς τὸ μηδὲν αὐτῆς ἐπιλελῆ- teriscus cum obelo. σθαι] Similis annotatio supr- 9. ἡ σέ] εἰσε textum legitur, θείη δὲ αὐτὸν εἶχε 10. διὰ τοῦ ε—ἀπέβη ἀορίστου] κληδὼν, ὁ ἐστιν ἐμνήσθη τὸν ὄνειρον, Verba in codice omissa supplevit ubi τὸν ὄνειρον scripsi pro τὸν ὅμη- Cobetus. 13. Ἰωνικῶς] Ἰακῶς Schmidt. Did. 25. *τὸ νεωστὶ γεγονὸς] τῷ νεωστὶ γεγονὸς 16. ἡ διπλῆ scholio praefixa. 27. καὶ ὑπερθέσει Vill.] ὑπέρθεσις, 18. οὐ πᾶσα φήμη] θεία φήμη, οὐ omisso καὶ.)
74

φᾶρος] παρὰ τὸ φέρεσθαι, καὶ ἐπὶ γυναικὸς δὲ τάσσεται αὐτό· “αὐτὴ δ᾿ ἀργύφεον φᾶρος” (Od. 5. 230). καὶ τὸ ἔσθος δὲ καὶ ἡ λώπη ἐν διαφόροις εἰσὶ γλώσσαις.

44. πέδιλα] παρὰ τὸ περιειλεῖσθαι αὐτὰ τοῖς ποσὶν, ὅ ἐστι περι- τίθεσθαι. ἢ παρὰ τὴν ἕλην, τὰ τοὺς πόδας θερμαίνοντα.

45. ξίφος ἀργυρόηλον] ὅτι τὸ Ἀγαμέμνονος ξίφος νῦν μὲν ἀργυ- ρόηλον, ἐν ἄλλοις δὲ (ΙΙ. 11, 29) χρυσόηλον. καὶ Εὐριπίδης σφυρῶν σιδηρᾶ κέντρα εἰπὼν, ἐν ἄλλοις φησὶ χρυσοδέτοις περόναις (Phoen. 26, 812). τὰ τοιαῦτα δὲ κυρίως οὐ λέγεται, ἀλλὰ κατ᾿ ἐπιφοράν ἐστι ποιητικῆς ἀρεσκείας. ὥσπερ δὲ τὰ περὶ τὸν θώρακα καὶ τὴν ἀσπίδα διαφορώτερον φράζει, οὕτω καὶ τὸ ξίφος κοσμεῖ.

46. ἄφθιτον αἰεί] τὸ μηδέπω φθαρέν· οὔπω γὰρ ἦν ὑπὸ τῶν Ἡρακλειδῶν ᾑρημένον. ἢ ὅτι ἡφαιστότευκτον. οὐκ ἀκριβολογεῖται δὲ νῦν περὶ αὐτοῦ, ἀλλ᾿ ἑξῆς.