Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

699. ἔχεν κάτα] εἰ συντάσσεται τῷ ἔχεν, δῆλον ὅτι καὶ ἀναστρέ- φεται· πρόδηλον δὲ ὅτι συντάσσεται, ἐν οἷς φησὶν ἐν ἄλλοις “τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα” (Il. 3, 243).

701. δόμος ἡμιτελής] ἤτοι ἄτεκνος, ἢ ἀφῃρημένος τοῦ ἑτέρου τῶν δεσποτῶν, ἢ ἀτελείωτος· ἔθος γὰρ ἦν τοῖς γήμασι θάλαμον οἰκοδομεῖσθαι. διὸ οἱ πολλοί φασιν ὅτι οἰκοδομῶν θάλαμον ἑαυτῷ ὁ Πρωτεσίλαος ἀπέπλευσεν ἐπὶ τὸν πόλεμον. βέλτιον δὲ εἰρῆσθαι ἡμιτελῆ διὰ τὸ μὴ γεγεννηκότα παῖδας πλεῦσαι. οἱ δὲ, ὅτι νεωστὶ γήμας οὐδέπω τελείως τὰ κατὰ τὸν γεγαμηκότος οἶκον διεπράξατο, ἀλλὰ πρότερον ἐστράτευσεν.

Δάρδανος ἀνήρ] οἱ μὲν τὸν Αἰνείαν ἀπέδοσαν, ὅτι βασιλεὺς ἦν Δαρδανίων, οἱ δὲ τὸν Εὔφορβον, ἕτεροι Εκτορα· τινὲς δὲ Ἀχάτην, ἑταῖρον τοῦ Αἰνείου, φονέα Πρωτεσιλάου. δύναται δὲ καὶ ἀνωνύμως ἔνα τινὰ τῶν Δαρδανίων λέγειν.

707. *ὁ δʼ ἄμα] οὕτως αἱ Ἀριστάρχου, ἅμα, οὐ διὰ τοῦ ρ ἄρα.

717. Ὀλιζῶνα] προπερισπωμένως ὡς Μεδεῶνα. Νικίας δὲ οὐκ εὖ ὡς περίζωμα.

718. τῶν—εἰδώς] ὅτι Ζηνόδοτος γράφει τῶν αὗ ἡγεμόνευε Φιλο- κτήτης ἀγὸς ἀνδρῶν. ὁ δὲ ποιητὴς προδιασυνίστησιν ἐν τῷ καταλόγῳ τὴν ἑκάστου ἀρετήν.

721. *ἄλγεα] καὶ ἐπὶ τῶν ψυχικῶν ὀδυνῶν ἔλαβεν.

722. Λήμνῳ ἐν] ὅτι ἐν Λήμνῳ ἔμενε καταλελειμμένος ὁ Φιλο- κτήτης· οἱ δὲ νεώτεροι ἐν νησιδίῳ ἐρήμῳ.

ἱστόρηται ὅτι Φιλοκτήτης ἐν Λήμνῳ καθαίρων τὸν βωμὸν τῆς ἀρύσῃς καλουμένης Ἀθηνᾶς ἐδήχθη ὑπὸ ὕδρου, καὶ ἀνιαρῷ τραύματι [*](1. Τροιζῆνα—Τροιζὴν] τροίζηνα— 22. οὐκ εὐ] γράφει Ὀλίζωνα addit τ;ροίζην 2. οἱ δὲ Bekk.] om. 26. τὴν Frieddl.] τήν περὶ 19. *ἑταῖρον τοῦ—Πρωτεσιλάου] 27. ὀδυνῶν] ο ἕτερον τοῦ—πρωτεσίλαον 29. νησιδίῳ Bekk.] τῆι σιδίωι)

128
περιπεσὼν κατελείφθη αὐτόθι ὑπὸ τῶν Ἑλλήνων· ᾔδεισαν γὰρ τοὺς Ἡφαίστου ἱερεῖς θεραπεύειν τοὺς ὀφιοδήκτους.

724. ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέτηκεν. ἀναγκαῖον δέ ἐστι γνῶναι ὅτι ὕστερον ἀνεκομίσθη ἐκ Λήμνου ὁ Φιλοκτήτης.

τάχα δὲ μνήσεσθαι ἔμελλον] ταχέως δὲ οἱ Ἕλληνες ἔμελλον μνημονεύειν καὶ χρήζειν τοῦ Φιλοκτήτου, ἐπειδὴ εἵμαρτο χωρὶς τῶν Ἡρακλέους τόξων μὴ ἁλῶναι τὴν Ἴλιον. εἶχε δὲ ταῦτα ὁ Φιλοκτήτης, ἐαθέντα αὐτῷ ὑπὸ Ἡρακλέους, καθὸ μηδενὸς θελήσαντος ἄλλου ὑφάψαι ἐν τῇ Οἴτῃ τὴν Ἡρακλέους πυρὰν ἐν τῇ τελευτῇ αὐτοῦ τοῦτο ἐποίησεν ὁ Φιλοκτήτης.

727. ἀλλὰ Μέδων κόσμησεν] ὅτι Ζηνόδοτος γράφει τοὺς δὲ Μέδων κόσμησεν, ἵνα συνδήσῃ τὴν φράσιν, ἠθετηκὼς τοὺς προειρη- μένους στίχους.

730. Οἰχαλίην] ὅτι οὐ τῆς Εὐβοίας ἡ Οἰχαλία καθ᾿ Ὅμηρον, ὡς παρὰ τοῖς νεωτέροις, ἀλλὰ τῆς Θεσσαλίας.

731. * Ἀσκληπιοῦ] οὕτως ἐκτατέον διὰ τὸ μέτρον τὸ Ἀσκλη- πιοῦ.

733. *τοῖς δέ] οὕτως κατὰ δοτικὴν πτῶσιν τοῖς δέ Ἀρίσταρχος, ὡς πρόκειται.

735. Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα] Ἀστέριον, ὅτι ἐφʼ ὑψηλοῦ ἐστὶ τόπου· διὰ δὲ τὸ διαφανὲς οὕτω κέκληται. Τιτάνοιο δὲ διὰ τὸ λευκόν (τίτανος γὰρ ἡ κονία), καὶ διὰ τὸ τιτάνῳ κεχρῖσθαι τὰς οἰκίας.

Ἀστέριον] διαφανὴς καὶ ἐφʼ ὕψους κειμένη πόλις.

739. Ὄρθην] οὕτως ὡς Σπάρτην. ἵνʼ ἡ ἴδιον.

Ἠλώνην τε] ὡς κορώνην. ταύτην δὲ Ἡρακλῆς κτίζει ἐπὶ τῷ θανάτῳ Κενταύρου.

Ὀλοοσσόνα λευκήν] οὕτως ὀξυτόνως· ἐπιθετικῶς γὰρ τέτακται. Ὀλοοσσόνα δὲ οὕτως παροξυτόνως φησὶν ἐν τῇ καθόλου.

740. ὁ Πολυποίτης ἦν τοῦ Πειριθόου παῖς, ὅν φασιν οὕτως ὠνο- μάσθαι ὑπὸ τοῦ πατρὸς διὰ τὸ πολλοῖς ἐπιθεῖναι ποινὴν, ὁ ἐστι τιμω- ρίαν, τῶν Κενταύρων, ὁπότε εἰς τοὺς γάμους τῆς μητρός αὐτοῦ Μελανίππης ὑβρίσαι ἐπεχείρησαν.

[*](7. *τόξων—ὑπὸ Ἡρακλέους] om. 28. Addidi lemma Ὀλοοσσόνα 22. *κεχρῖσθαι] χρῆσθαι λευκήν: nam scholiastae annotatio τὰς οἰκίας] ταῖς οἰκείαις pertine. ad λευκήν, sic, non Λεύκην 27. Κενταύρου] * Κενταύρων ut nomen proprium scribendum.)
129

741. τὸν ἀθάνατος τέκετο Ζεύς] ὅτι Ζηνόδοτος γράφει τὸν ἀθάνα- τον τέκετο Ζεύς· ὅπερ ψεῦδος.

742. * κλυτὸς Ἱπποδάμεια] ὅτι ἀντὶ τοῦ κλυτή κλυτός εἶπεν.

744. Αἰθίκεσσι] Δημοκρίνης ἀγνοήσας Αἰθιόπεσσιν ἔγραφε κακῶς.