Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

458. ὅτι πᾶν τὸ βαλλόμενον βέλος λέγει, καὶ νῦν τὸν λίθον· καὶ ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον ἡρμήνευκεν.

459. θαιρούς] τοὺς ἄνω καὶ κάτω στρόφιγγας θαιρούς φησι διὰ τὸ διʼ αὐτῶν θεῖν τὰς πύλας.

462. λᾶος] προπερισπαστέον ὡς κλῆρος· ἀπὸ γὰρ εὐθείας πέπτωκε δισυλλάβου κατὰ τὴν τοῦ ποιητοῦ χρῆσιν. καὶ ὤφειλε τρισυλλαβεῖν ἡ γενικὴ, συναλοιφὴν δὲ λαβοῦσα βαρύνεται. τὴν δὲ πρόθεσιν Τυραννίων ἀναστρέφει, ἵνα τὸ ἑξῆς ὑπάρχῃ ὑπὸ λίθου ῥιπῆς. οὐκ ἀναγκαῖον δέ· τί γὰρ κωλύει φυλάσσεσθαι τὸν τόνον τῆς προθέσεως καὶ εἶναι ὑπὸ ῥιπῆς λίθου;