Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

822. *βεβλημένος] ἐν ἄλλῳ πεπνυμένος.

824. ὅτι τοῦτο ἐπὶ τῶν Τρώων λέγει· ἐμπεσοῦνται ταῖς ναυσὶν, οἷον ἐνσείσουσιν, (ῥμπρήσουσιν].

[*](3. χωρῆσαι Lehrsius] χωρίσαι συναγωγὴν, ὅπου-. 5. αὐτὸ ἡ διαίρεσις] οὐ τὸ τῆς 21. ἐπόπτης] ἐπόπτις διαιρέσεως Iehrsius. 22. Θέμιστι—καλέσσαι] θέμις κε- 12. νῦν Lehrsius] ὄν.. λεύθους ἀγορήν δἐ κέλευσε θεούς 20. ὅπου—] Haec recte cum 32. ἐμπρήσουσιν seclusit FrieIdl. praecedentibus coniungit Cobetus,)
412

831. *δεδιδάχθαι] Ζηνόδοτος δεδαάσθαι.

832. ὃν λείρων ἐδίδαξε] ὅτι Ὀμηρος δεδιδάχθαι μέν φησιν ἐνταῦθα τὴν ἰατρικὴν ὑπὸ ἄείρωνος τὸν Ἀχιλλέα, περὶ μέντοι τῆς παρʼ αὐτῷ τροφῆς οὐδὲν συνέστακεν, ἀλλὰ καὶ τοὐναντίον διὰ τῶν πραγμάτων ἐπιμαρτυρεῖ, τροφέα τὸν Φοίνικα συνεστακὼς τούτου.

842. δικαιότατος Κενταύρων] τὸ ὑπερθετικὸν κεῖται ἀντὶ τοῦ ἀπολύτου· ἔστι δὲ ὁ μόνος ἐν Κενταύροις δίκαιος. ὅμοιον δὲ τούτῳ τὸ “μελάντερον ἠύτε πίσσα” (Il. 4, 277).

834. ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν· ὁ γὰρ Μαχάων ἐστὶν ὁ τετρωμένος.

838. *ἴοι] Ζηνόδοτος διὰ τοῦ η ἔην.

841. * σεῖο μεθήσω] Ζηνόδοτος σεῖʼ ἀμελήσω. ποιητικώτερον δὲ τὸ ἕτερον.

844. μαχαίρῃ] ὅτι μάχαιραν καλεῖ τὸ παραξιφίδιον, εἰς τὰς τοιαύτας χρείας εὐθετοῦν. βραχὺ δὲ διασταλτέον ἐπὶ τὴν μετοχὴν πρὸς τὸ σαφές.

846. τινὲς Ἀχιλλείαν τὴν βοτάνην καλοῦσιν. καὶ πόθεν αὐτῷ τὸ φάρμακον; ἴσως μὲν συμπεριέφερε τὴν ῥίζαν ὡς χρήσιμον, εἰ ἐντύχοι τραυματίᾳ φίλῳ· καὶ μάλιστα εἰκὸς αὐτὸν νῦν εἰληφέναι, εἰδότα ὅτι ἐπὶ τραυματίαν πέμπεται. τάχα δὲ ἐκ τοῦ παρακειμένου λειμῶνος τὴν ῥίζαν ἀνέσπασεν, ἔχων τὴν περὶ τὰς βοτάνας ἐμπειρίαν. ἴσως δὲ καὶ θεράπων πεμφθεὶς κατὰ τὸ σιωπώμενον ἐκόμισεν. χερσὶ δὸ καὶ οὐ λεαντικοῖς ὀργάνοις ταύτην τρίβει, ὅτι οὐκ ἔδει πολλῆς λεπτότητος τῷ φαρμάκῳ, τοῦ αἵματος, ως φησι, κελαρύζοντος καὶ ἀποπτύοντος τὸ λεπτὸν καὶ χνοῶδες τοῦ φαρμάκου εἰς τὸ ἐμ- φράξαι τὸ τραῦμα. τῷ δὲ Μενελάῳ ἐπιπάσσει τὸ φάρμακον βραχείας οὔσης τῆς τοῦ αἵματος φορᾶς. ἄλλοι δὲ αὐτὴν ἀριστολόχειαν φασὶν, ἣν καὶ ἴσχαιμον προσαγορεύουσιν.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τἥς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.

[*](4. τοὐναντίον Lehrsius] τῶν 18. ὡς Vili.] οὐ 11. ἔην] ἔῃ Duentzer. Ζenod. p. 23. οὐ λεαντικοῖς (λειαντικοῖς Vili.)] ἀλεντικοῖς 12. Idem scholion in marg. 27. *αἵματος] τραύματος inter. ubi ζηνο δὲ ἀμελήσω)
413

Πάλιν μεταβέβηκεν ἐπὶ τὰς μάχας ὁ ποιητής· ἔδει γὰρ τὰ τῆς μάχης εἰπεῖν, ὥπως θεασάμενος Πάτροκλος κινηθείη μᾶλλον εἰς ἔλεον. εἰ δὲ ἐπιμηκεστέρα γέγονεν ἡ ἐπιμέλεια, μὴ θαυμάσῃς· διαφόρους γὰρ πράξεις ἐν ἑνὶ καιρῷ θεῖναι ἀδύνατον.

1. Μενοιτίου ἄλκιμος υἱός] Πάτροκλος ὁ Μενοιτίου τρεφόμενος ἐν Ὀποῦντι τῆς Λοκρίδος περιέπεσεν ἀκουσίῳ πταίσματι· παῖδα γὰρ ἡλικιώτην Ἀμφιδάμαντος οὐκ ἀσήμου Κλεισώνυμον, ἢ ὥς τινες Αἰάνην, περὶ ἀστραγάλων ὀργισθεὶς ἀπέκτεινεν. ἐπὶ τούτῳ δὲ φυγὼν εἰς Φθίαν ἀφίκετο, κἀκεῖ κατὰ συγγένειαν Πηλέως Ἀχιλλεῖ συνῆν. φιλίαν δʼ ὑπερβάλλουσαν πρὸς ἀλλήλους διαφυλάξαντες ὁμοῦ ἐπὶ Ἴλιον ἐστράτευσαν. ἡ ἱστορία παρὰ Ἑλλανίκῳ.

2. ὅτι τὰ ἄμα γινόμενα οὐ δύναται ἅμα ἐξαγγέλλειν· ἐν ὅσῳ δὲ οὗτος ἰᾶτο, ἐκεῖνοι ἐμάχοντο.

4. πλάσας τεῖχος ὁ ποιητὴς εἰς τιμὴν τοῦ Ἀχιλλέως, μετὰ τοῦτο ἀπολλύμενον αὐτὸ εἰσάγει, ἵνα μὴ ἐλέγχηται αὐτοῦ τὸ ψεῦδος ὡς μὴ γενομένου ὑπὸ τῶν μεταγενεστέρων. καὶ τὴν ἀπώλειαν αὐτοῦ εἶπεν.

5. βέλτιον τὸ εὐρύ τοῖς ἐπάνω συνάπτειν· ἀμφίβολον δὲ πότερον ὕπερθεν εὐρύ· ἀρετὴ γὰρ τείχους ἕως ἄνω πεπλατύνθαι· ἢ, ὃ καὶ βέλτιον, ὕπερθε τῆς τάφρου· ταύτης γὰρ ὑπέρκειται.

6, 7. τὸ ἑξῆς ἀμφίβολον· ἤτοι γὰρ οὕτως ἔχει, τὸ ποιήσαντο νεῶν ὕπερ, ὄφρα σφιν νῆάς τε· ἢ οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμ- βας, ὄφρα σφιν νῆάς τε θοάς· ὃ καὶ βέλτιον. εἰ δὲ διὰ μέσου εἴη, οὐδὲ θεοῖς δόσαν, οὕτω καὶ διορθωθήσεται.

10, 11. ὑποστικτέον ἐπὶ τὸ ἔην καὶ Ἀχιλλεύς καὶ ἔπλε· ἡ γὰρ ἀνταπόδοσις “τόφρα δὲ καὶ μέγα τεῖχος,” τοῦ δέ περισσεύ- οντος κατὰ τὸ σύνηθες.

10. ὄφρα μὲν Ἕκτωρ ζωός] ἀπορίαν εἰκότως παρέχει τὰ ἔπη [*](8. Κλεισώνυμον] κλισώνυμον. δόσις Con. schol. ad 16, 4. 23, 86. 29. Scholion hoc Porphyrii non 9. Αἰάνην (cum Btrabone 9 P. inter scholia ipsa scriptum est, sed in margine scholiorum exteriore 425)] οἴαν *περὶ ἀστραγάλων] om. ab alia manu litteris minoribus. 27. ἀνταπόδοσις Friedl.] ἀντί-)

414
ταῦτα, ἃ περὶ τοῦ τείχους τῶν Ἀχαιῶν ὁ Ὅμηρος ἀναπεφώνηκεν “ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνιʼ Ἀχιλλεὺς καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλε, τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἧεν.” τὸ γὰρ τεῖχος τῶν Ἀχαιῶν οὐκ ἔμενεν ἔμπεδον ἐφʼ ὅσον ὁ μὲν Ἕκτωρ ἔζη, Ἀχιλλεὺς δὲ ἐμήνιεν, ἡ δὲ τοῦ Πριάμον πόλις ἀνάλωτος ἔμενεν, μετὰ δὲ τὴν ἅλωσιν Ἰλίου καὶ τὸν ἀπόπλουν τῶν Ἀχαιῶν τότε κατερίφθη· ἔτι γὰρ τοῦ πολέμου συνεστῶτος καὶ Ἀχιλλέως μὲν μηνίοντος, Eκτορος δὲ περιόντος καὶ ἀριστεύοντος ὑπὸ τῶν Τρώων τὸ τεῖχος τῶν Ἀχαιῶν κατερίφθη καὶ διοδεύσιμον γέγονε τοῖς πολεμίοις· ὁ μὲν γὰρ Σαρπηδὼν τὰς ἐπάλξεις αὐτοῦ καὶ μέρος τι καταβέβληκεν, ὁ δὲ Ἕκτωρ τοὺς ὀχῆας αὐτοῦ καὶ τὰς πύλας διέρρηξεν, ὁ δὲ Ἄπόλλων σχεδὸν ὅλον αὐτὸ διέλυσε. τὸ καταριφὲν οὖν τεῖχος οὐχ ὑπʼ ἀνθρώπων μόνον, ἀλλὰ καὶ θεῶν ἐν τῷ τῆς μήνιδος χρόνῳ, τοῦτο λέγειν ἀσφαλὲς καὶ ἀρηρὸς ἐν τῷ τοῦ πολέμου καιρῷ διαμεμενηκέναι μέχρι πορθήσεως Ἰλίου ἄπορον εἰς λύσιν. οἱ μὲν οὖν γραμματικοὶ ἀπὸ τοῦ πλείστου μέρους ἀξιοῦσι λέγειν ἔμπεδον· ὀλίγον γὰρ εἶναι τὸ σαλευθὲν ὑπὸ τῶν Τρώων. ἀγνοοῦσι δὲ οὗτοι ὅτι τινὰ, κἄν ἐκ μέρους πάθῃ, οὕτε ἐστὶν ἔμπεδα οὕτε ἀρηρότα. καὶ ἀμφορεὺς διατρηθεὶς, κἂν σχεδὸν ὅλον τὸ κύτος ἄθραυστον ᾖ, οὐκέτʼ ἐστὶν ἔμπεδος ἀμφορεὺς ἀλλʼ ὄστρακον· καὶ τεῖχος οὐκέθʼ οἷόν τε κρύπτειν καὶ φυλάττειν τοὺς τειχίσαντας οὐκέτʼ ἂν εἴη ἔμπεδον τεῖχος, ἀλλὰ σωρὸς λίθων. μήποτʼ οὖν ἡ ἔμπεδον λέξις οὐκ εἴληπται νῦν μεταφορικῶς ἐν ἴσῳ τῷ ἀσφαλὲς καὶ ἀραρὸς, οὐδέ ἐστιν ὅμοιον τῷ “οὐδέ μοι ἤτορ ἔμπεδον, ἀλλʼ ἀλαλύκτημαι” (Il. 10, 93) οὐδὲ τῷ “ὁ μὲν ἔμπεδον ἡνιόχευεν' (Il. 23, 641). ἀλλὰ κυρίως νῦν ἐξ- ενήνεκται, τὸ πέδον ἐχούσης ἐντεταγμένον τῆς λέξεως, ὥστε σημαίνοι ἂν ὅτι ἐν τῷ πεδίῳ κείμενον καὶ μὴ ἁλίπλοον· ἀντέθηκε γὰρ τὸ ἔμπεδον τῷ ἁλιπλόῳ, τὸ ἐν τῷ πεδίῳ πρὸς τὸ αθις ἁλίπλουν γιγνό- μενον· οὐ γὰρ ἔφη τόφρα δὲ καὶ μέγα τεῖχος ἀπόρθητον ἦν καὶ ἄθραυστον, ἀλλʼ ἔμπεδον, καὶ πάλιν “οὔτι πολὺν χρόνον ἔμπεδον ἦεν.” τί οὖν πάσχει ὕστερον; τῶν ποταμῶν πάντων, φησὶν, “ὁμόσε στόματʼ ἔτραπε Φοῖβος Ἀπόλλων —λεῖα δʼ ἐποίησεν παρʼ [*](4. *ἦεν.” τὸ γὰρ-έμενεν ἔμπεδον] 21. *καὶ φυλάττειν] om. 24. *οὐδὲ τῷ] om. 7. *ἔτι] ἅτι. 11. *τοὺς ἀχῆις αὐτοῦ] om. 30. *ἀλλʼ] καὶ)
415
ἀγάρροον Ἑλλήσποντον” (24—31). ὥστε εἰ καὶ πεπτωκὸς ἦν τὸ τεῖχος, ἀλλʼ ἐπὶ τῷ πέδῳ ἦν τὰ πτώματα καὶ τὰ θεμέλια· ὕστερον δὲ πάντα διʼ ὕδατος εἰς θάλασσάν φησιν ἐξενεχθῆναι. συνεστώσης δὲ τῆς πόλεως οὐδὲν τοῦ τείχους ἁλίπλουν γέγονεν, οὐδʼ ὅτε Ξάνθος ἐπλήμμυρε κατʼ Ἀχιλλέως· καὶ τὸ κατὰ μεταφορὰν δʼ ἔμπεδον, τὸ σημαῖνον τὸ ἀκίνητον, ἀπὸ τῶν ἐν τῷ πεδίῳ μενόντων ἀκινήτων λέγεται. τὸ δὲ τεῖχος κατʼ αὐτὸ μὲν ἐκινήθη, ἐκ μέντοι τοῦ πεδίου οὐ κατηνέχθη ἐπὶ θάλασσαν, ὅπερ φησὶν αὐτὸ ὕστερον παθεῖν.

11. * οὕτως Ἀρίσταρχος ἔπλε.

13. αὐτὰρ ἐπεὶ] καὶ ἐνταῦθα ἡ ἀνταπόδοσίς ἐστι “δὴ τότε μητιόωντο·” τὸ γὰρ χρονικὸν ἐπίρρημα ἀνταποδέδοται τῷ ἐπεί.

17. σημειοῦνταί τινες πρὸς τὰ ἐν τῇ H (443) ἀθετούμενα, ὅτι καὶ ἐκ τούτων διαβάλλεται πρὸς τὸ πρόσωπον γινόμενα.