Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

709. Μολίονε] Ἄκτορος καὶ Μολιόνης παῖδες Κτέατος καὶ Εὔρυτος, κατά τινας δὲ Μολιόνης καὶ Ποσειδῶνος. ἴσως δὲ μᾶλλον Μολίονας αὐτοὺς εἶπεν πολεμικοὺς, ἀπὸ τῆς κατὰ τὴν μάχην μολύν- σεως, οὐχ ὡς οἱ νεώτεροι, ὅτι ἡ μήτηρ αὐτῶν ἐκαλεῖτο Μολιόνη· ἀπὸ μητρὸς γὰρ Ὅμηρος οὐδένα σημαίνει. οὗτοι παρηλλαγμένην φύσιν τῶν λοιπῶν ἔσχον ἀνθρώπων· διφυεῖς γὰρ σαν, ἔχοντες ἑκάτερος δύο κεφαλὰς, τέσσαρας δὲ χεῖρας καὶ πόδας τοὺς ἴσους, ἓν δὲ σῶμα. διὰ τοῦτο τοὺς πολεμικοὺς καὶ γυμνικοὺς ἐνίκων ἀγῶνας. Ἡροκλῆς δὲ πολεμῶν καὶ μὴ δυνάμενος κατὰ τοὐμφανὲς αὐτῶν περι- γενέσθσι συμμαχούντων ὐγέᾳ, λοχήσας αὐτοὺς ἀνεῖλε, καὶ οὕτως ἐπόρθησε τὴν Ἧλιν. ἡ ἱστορία παρὰ Φερεκύδει.

ὅτι ἀπὸ μητρὸς Ὅμηρος οὐ σχηματίζει· μήποτʼ οὖν ἀπὸ τοῦ ταύτης πατρὸς Μόλου οὕτως αὐτοὺς εἶπεν.

711. ὅτι ῆν ἐν τῷ καταλόγῳ (Il. 2, 592) εἴρηκε Θρύον “καὶ Θρύον. Ἀλφειοῖο πόρον,” νῦν Θρυόεσσαν λέγει.

714. μετεκίαθον] ὑποστικτέον. περιττεύει δὲ ἐν τῷ ἄμμι δʼ Ἀθήνη ὁ δέ σύνδεσμος. δύναται δὲ καὶ ἐπὶ τὸ ἔννυχος ὑποστί- ζεσθαι, ἵνα ἐν τῷ οὐδʼ ἀέκοντα ὁ δέ περιττεύῃ. καὶ ἔστιν ὁ λόγος τοῦ μὲν προτέρου οὗτος· ἐπεὶ δὲ πᾶν ἐπῆλθον τὸ πεδίον, ἄγγελος ἡμῖν ἦλθεν ἡ Ἀθηνᾶ ὑπʼ ὄοθρον, οὐδʼ ἄκοντας ἀνήγαγε τοὺς Πυ. λίους.

717. προτρέπει τὸν Πάτροκλον διʼ ὥν αὐτὸς καὶ νέος καὶ ὑπὸ πατρὸς κωλυόμενος ὅμως πεζὸς ἐξῆλθεν.

719. οὐ γάρ πω τί μʼ ἔφη] ὀφείλει τὸ τί ὀξύνεσθαι διὰ τὴν με ἀντωνυμίαν νῦν ἐγκλιτικὴν οὖσαν.

720, 721. τὸ μὲν πρότερον ὡς περισπωμένως, τὸ δὲ ἕτερον κατʼ ἔγκλισιν, ἐπειδήπερ τὸ μεταφραστικὸν αὐτοῦ ἐστὶν, ἐπεὶ οὕτως ἤγε τὸ νεῖκος ἡ Ἀθηνᾶ· ἢ οὕτως ἔφερε τὸν πόλεμον ἡ Ἀθηνᾶ, ὅπως ἐπιφανὴς γενήσομαι.

723. ἐγγύθεν Ἀρήνης] ἤτοι τοῖς ἑξῆς ἢ τοῖς ἐπάνω προσδοτέον τὸ ἡμιστίχιον.

725. βραχὺ διασταλτέον κατὰ τὸ τέλος τοῦ στίχου· ὑπʼ ὄρθρον γὰρ ὁπλισθέντες πρὸς τὴν Ἀρήνην ὔδευσαν, καὶ κατὰ μέσον ἡμέρας ἐπὶ τὸν Ἀλφειὸν παρεγένοντο.

[*](1, 2. *Μολιόνης] μολίνης—μολίονος 20. οφδʼ Bekkerus] οὐκ 12. τοῦ addidit Bekkerus. 29. γενήσομαι Vill.] γενήσωμαι)
408

728. ταῦρον] οἰκεῖα τὰ θύματα. τοῖς ποταμοῖς καὶ τῷ Ποσειδῶνι θύεσθαι λέγει ταύρους διὰ τὰς βίας τῶν ὑδάτων.

730. δόρπον ἔπειθʼ ἑλόμεσθα] ὅτι Ζηνόδοτος γράφει δεῖπνον. δόρπον δὲ λέγει τὴν ἑσπερινὴν τροφήν· εὐθέως γὰρ κατακοιμῶνται.