Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

239.–260. Τῆς δὲ κατὰ σχέσιν στροφῆς εἰσιν ια′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. εἰσὶ δὲ τὸ μὲν θ′ καὶ τὸ ια′ τροχαϊκὰ δίμετρα καταληκτικὰ, ἤτοι ἑφθημιμερῆ, ἃ καλεῖται κυρίως Εὐριπίδεια, ἢ ληκύθια, τὸ δὲ ι′ ὅμοιον τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον. τὸ μέντοι τῆς ἀντιστροφῆς ἔνατον κῶλον οὐ καλῶς ἔχον

διωρθώθη παρ’ ἡμῶν, καὶ ἔχει τὸν δ′ καὶ τὸν β′ πόδα χορείους. ἐχρήσατο δὲ τῷ τροχαϊκῷ ἐνταῦθα μέτρῳ διὰ τὸ τοὺς πολεμίους καὶ σφοδρῶς ἐπελθεῖν ὁρμαῖς καὶ συνεχέσι δρόμοις τὰ ἐκτὸς ληΐζεσθαι διὸ καὶ τὸ θούριος μολὼν Ἄρης ἔφη. ἐπὶ ταῖς ἀποθέσεσι τῆς μονο στρόφου στροφῆς τῶν συστημάτων καὶ ἐπὶ τῷ ϛ′ τῆς κατά σχέσιν στροφῆς παράγραφος, ἐπὶ δὲ τῷ τῆς ἀντιστροφῆς κορωνίς.

Ἰστέον δὲ ὅτι τῷ τοιούτῳ χρῶνται οἱ ποιηταὶ σχηματισμῷ ἐν τοῖς χοροῖς, τὰ μὲν μονοστρόφως καὶ κατὰ συστήματα ἐκφέροντες, τὰ δὲ κατὰ σχέσιν, ὅτε διηγηματικὸν ποιοῦσι τὸν λόγον. τούτου τοῦ σχήματός ἐστι παρὰ μὲν Σοφοκλεῖ τὸ Τελαμώνιε παῖ τῆς ἀμφιῥυτοῦ Σαλαμῖνος ἐν Αἴαντι, παρὰ δὲ Αἰσχύλῳ ἐν ἑπτὰ ἐπὶ Θήβαις τὸ θρέομαι φοβερὰ μεγάλ’ ἄχη. ἐν δ’ Ἀγαμέμνονι ὀνομαζομένῳ δράματι αὐτοῦ τὸ δέκατον μὲν ἔτος τόδ’, ἐπεὶ Πριάμου μέγας ἀντίδικος Μενέλαος ἄναξ. Bar.