Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
1539. Τὰ τοιαῦτα εἴδη καλεῖται ἑτερόστροφα συστηματικὰ, ἔστι δὲ τὰ κῶλα τῆς παρούσης στροφῆς ζ′. τὸ ά ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον καθαρόν. τὸ β′ ἰωνικὸν ἀπὸ μείζονος τρίμετρον βραχυκατάληκτον. τὸ γ′ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον καθαρόν. τὸ δ’ χοριαμβικὸν δίμετρον καταληκτικὸν καθαρόν· εἰ δὲ βούλει, δακτυλικὸν ἑφθημιμερές. τὸ έ ἀναπαιστικὸν δίμετρον ἀκατάληκτον.
Ὦ tὴν ἐν ἄστροις: ἔθος ἔχουσιν οἱ τραγικοὶ παράγειν τοὺς ἥρωας θεοῖς τὰς συμφορὰς ἀπολοφυρομένους. καὶ ἐν Μηδείᾳ
ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ λέξαι μολούσῃ δεῦρο δεσποίνης τύχας.Ἄλλως. παλαιά τις φέρεται δόξα ὡς Σοφοκλῆς μὲν ἐπιτιμήσειεν Εὐριπίδῃ ὅτι προέταξε τούτους τοὺς δύο στίχους, ὁ δὲ Εὐριπίδης ὅτι προέταξεν ἐν Ἠλέκτρᾳ ὁ Σοφοκλῆς τὸ ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτέ. Ἄλλως. ὦ διοδεύων τοῦ οὐρανοῦ τὴν ὁδὸν τὴν παρὰ τοῖς ἄστροις, ὅ ἐστι τὴν παρὰ τοῖς οἴκοις τοῦ ζωδιακοῦ κύκλου· ὅτι γὰρ ἄστρα τοὺς οἴκους φασὶ τοῦ ζωδιακοῦ κύκλου Ἄρατος εἴρηκεν,
αὐτὰρ ἑκάστη ἴση μετρηθεῖσα δύω περιτέμνεται ἄστρα. ζωΐδιον δέ ἑ κύκλον ἐπίκλησιν καλέουισιν.- A. B. C. M. I. ἄστρον καὶ ἀστήρ διαφέρει· ἀστὴρ μὲν ὁ εἷς, ἄστρον δὲ τὸ ἐκ πολλῶν ἀστέρων ἀστροθέτημα καὶ συμφορ... οἷα καὶ τὰ ν. ... ἄστρα τὰ ιβ′ ζω ... A.
ὦ τὴν ἐν ἄστροις: ταῦτα πάντα πρὸς τὸν ἥλιον ἀποτείνει Ἰοκάστη δυσχεραίνουσα διὰ τὰ συμβάντα. Gu.