Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

991.-1012.

γυναῖκες, ὡς εὖ πατρός
: λίαν καλῶς ἀπὸ τοῦ ἐμοῦ πατρὸς ἔλαβον τὸν φόβον κλέψας λόγοισιν, ἀπατήσας αὐτὸν διὰ λόγων ὥστε τυχεῖν ἐκείνων ἃ βούλομαι. Gr. ὦ γυναῖκες, λίαν ἐπιτηδείως καὶ καλῶς ἐξέβαλον τὸν φόβον τοῦ πατρὸς, διὰ λόγων ἀπατήσας αὐτὸν, ὥστε τυχεῖν ὧν βούλομαι· ὅστις ὁ πατὴρ φυγαδεύει καὶ ὑπεξάγει τῆς πόλεως, τῆς εὐτυχίας ἀποστερῶν με καὶ φόβῳ δίδωσιν ἐμέ. καὶ συγγνώμης ἄξιον τὸ πρᾶγμα τῷ πατρὶ, τὸ κατ’ ἐμὲ δ’ οὐδαμῶς συγγνώμην ἔχει, τὸ γενέσθαι προδότην τῆς πατρίδος, ἥτις ἐγέννησέ με. ἵνα οὖν γνῶτε, ἀπελεύσομαι, καὶ σώσω τὴν πόλιν, τὴν δὲ ζωὴν δώσω, ὥστε ἀποθανεῖν ὑπὲρ τῆσδε τῆς χθονός. αἰσχύνης γὰρ ἄξιον, ἐὰν οἱ τῶν μαντευμάτων ἐλεύθεροι καὶ ὑπὸ τῶν θεῶν μὴ ἀναγκαζόμενοι οὐκ ἀναβάλλονται ἀποθανεῖν παρὰ πόλεμον στάντες, καὶ ὑπὲρ τῆς πατρίδος ἔμπροσθεν τῶν πύργων μαχόμενοι, ἐγὼ δὲ, πατέρα καὶ ἀδελφὸν προδοὺς καὶ πόλιν τὴν ἐμαυτοῦ, ὡς ἄνανδρος ἔξω τῆς χθονὸς ἀπελεύσομαι· καὶ ὅπου ἂν ζῷ, κακότροπος φανήσομαι. οὐ ποιήσω τοῦτο, μὰ τὸν μετ’ ἄστρων Ζῆνα, ὅστις τοὺς ἀναδοθέντας ποτὲ ἐκ τῆς γῆς σπαρτοὺς δεσπότας καὶ βασιλεῖς τῆσδε τῆς γῆς κατεστήσατο. ἀλλ’ ἀπελεύσομαι, καὶ στὰς ἐκ τοῦ ἄκρου τῶν ἐπάλξεων, καὶ σφάξας ἐμαυτὸν εἰς τὴν θαλάμην τὴν σκοτεινὴν τοῦ δράκοντος, ὅπου ὁ Τειρεσίας διηγήσατο καὶ παρῄνεσε φονευθῆναι, ἐλευθερώσω τὴν γῆν. I.