Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

963.-976.

ἐγὼ γὰρ οὔ ποτ’ εἰς τόδ’ εἶμι
: ἐγὼ γὰρ οὔποτε εἰς ταύτην ἐλεύσομαι τὴν συμφορὰν, ἤγουν εἰς τοῦτο τὸ δεινὸν ὥστε ἔκδοτον ποιῆσαι τῇ πόλει τὸν ἐμὸν παῖδα σφαγησόμενον. Gr. ἐγὼ γὰρ οὐδέποτε εἰς τοῦτο τῆς συμφορᾶς, ἀντὶ τοῦ εἰς τοιαύτην συμφορὰν, ἀπελεύσομαι, ὥστε παραθεῖναι τῇ πόλει τοῦτον σφαγέντα, ἀντὶ τοῦ ὥστε σφαγιασθῆναι ὑπὲρ τῆς πόλεως. πᾶσι γὰρ ἀνθρώποις ὑπάρχει φιλότεκνος ὁ βίος, ἤγουν πάντες ἄνθρωποι τὰ ἑαυτῶν τέκνα φιλοῦσι, οὐδέ τις ἂν δοίη τὸν αὑτοῦ παῖδα, ὥστε φονευθῆναι. μὴ ἐπαινείτω μέ τις λόγους εὐλόγους λέγων, τἀμὰ τέκνα συμβουλεύων με κτείνειν. ἐγὼ δὲ θνήσκειν ὑπὲρ πατρίδος ἕτοιμός εἰμι, ἀπολυόμενος αὐτὴν τῶν περιεστώτων κακῶν· ἐν ζωῇ γὰρ ἐγκαίρῳ καθίσταμαι. ἀλλ’ ἄγε, ὦ παῖ, πρὸ τοῦ τὴν πόλιν μαθεῖν, τὰ ἀπαίδευτα τοῦ μάντεως ἐάσας χρηστήρια, φεῦγε λίαν ταχέως τῆς χθονὸς ταύτης ἐλευθερωθείς. λέξει γὰρ τοῖς ἄρχουσι καὶ τοῖς στρατηγοῖς ταῦτα, ἐπὶ τὰς ἑπτὰ πύλας καὶ τοὺς λοχαγέτας παραγενόμενος. καὶ ἐὰν προφθάσωμεν, ὑπάρχει σοι σωτηρία· ἐὰν δὲ ὑστερηθῇς, ἀπωλόμεθα· ἀποθανῇ γάρ. I.