Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

934.

Κάδμου παλαιῶν
: λείπει ἡ κατά, κατὰ Κάδμου. ὁ δὲ νοῦς, διὰ τὴν παλαιὰν μῆνιν τοῦ Ἄρεως τὴν κατὰ Κάδμου· ἐπ’ ἐκδικίᾳ γὰρ τοῦ δράκοντος ἔτι καὶ νῦν μνησικακεῖ τοῖς περιλειφθεῖσι τῶν σπαρτῶν ὁ Ἄρης, ἐπεὶ μὴ ἤμυναν τῷ δράκοντι γεγονότες ἐξ αὐτοῦ, οὔτε τοῖς ἀδελφοῖς, ἔμειναν δὲ τοῦ Κάδμου φίλοι, καὶ σὺν αὐτῷ ἔκτισαν τὴν πόλιν· ὁ δὲ Ἐχίων καὶ θυγατέρα Κάδμου ἔγημεν. ἀλλαχοῦ δέ φησι ταῦτα ὑπὸ Διονύσου πεπονθέναι τὴν πόλιν. A. B.C.M.
T.I. ζητοῦσι δέ τινες, εἰ μὲν ὠργίσθη ἡ γῆ καὶ ὁ Ἄρης διὰ τὸν φόνον τοῦ δράκοντος, διὰ τί πάλιν κελεύει ὁ μάντις ἀπ’ ἐκείνου τοῦ γένους σφαγῆναι. πρὸς τοῦτο ῥητέον ὅτι ἡ γῆ ἀνέδωκε τοὺς σπαρτοὺς πρὸς τὸ ἐκδικῆσαι τὸν φόνον τοῦ δράκοντος, οὗτοι δὲ οὐκ ἐξεδίκησαν, ἀλλὰ τοῖς Θηβαίοις ἐκοινώνησαν· καὶ γὰρ Ἐχίων, εἷς ὢν τῶν σπαρτῶν, ἔγημεν Ἀγανὴν τὴν Κάδμου. διὰ τοῦτο οὖν κελεύει ὁ μάντις ἐκ τοῦ γένους σφαγῆναί τινα, ἵνα τιμωρίαν παράσχωσι τῆς προδοσίας. A. M.T. διὰ τί, φασὶν, ἐμήνιεν ὁ Ἄρης τοῖς σπαρτοῖς; ὅτι οὐκ ἐβοήθησαν αὐτῷ τῷ δράκοντι μετὰ ταῦτα, οὐδὲ ἐτιμώρησαν τοῖς ἀδελφοῖς, ἀλλ’ ἔμειναν τοῦ Κάδμου φίλοι. αὐτοὶ γοῦν καὶ συνέκτισαν αὐτῷ τὴν πόλιν. A.M. T. Fl. 33. ὁ μὲν Ἄρης, ὡς λέγουσι, φύλαξ ἦν τοῦ δράκοντος, καὶ ἕνεκεν τούτου ὁ Ἄρης ὠργίσθη. C.

Κάδμου παλαιῶν Ἄρεος
: ἕνεκα τῶν μνησικακιῶν τοῦ Ἄρεος τῶν παλαιῶν τῶν ἐκ τοῦ Κάδμου, ἤγουν τῶν ἀπὸ τῶν χρόνων τοῦ Κάδμου, ὃς, ἤγουν ὁ Ἄρης, ἐκδικεῖν ζητεῖ τῷ γηγενεῖ δράκοντι τὸν φόνον ἐν τοῖς σπαρτοῖς δηλονότι, ἐπεὶ ἀπὸ τοῦ δράκοντος γεγονότες οὐκ ἤμυναν αὐτῷ, ἀλλ’ ἔμειναν φίλοι τοῦ Κάδμου, καὶ σὺν αὐτῷ ἔκτισαν τὴν πόλιν. Gr. Florr. τὸ Κάδμου παλαιῶν Ἄρεος ἐκ μηνιμάτων οὕτω νόει· ἐκ τῶν παλαιῶν μηνιμάτων τοῦ Ἄρεος τοῦ Κάδμου, τουτέστιν, ἃ πρὸς τὸν Κάδμον εἶχεν ὁ Ἄρης φονεύσαντα τὸν υἱὸν αὐτοῦ δράκοντα. Bar. Gu.

παλαιῶν
: ἤγουν πρὸ μακροῦ ἀρξαμένων. Gr. Fl. 5. 6. 9. 21. 56. 59. 76.