Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
ἁγώ: μὴ λάβῃς εἰς τὸ ἅ ἔξωθεν τὸ διά, ὥσπερ τινὲς, ἀλλ’ ἔστιν αὕτη ἡ αἰτιατικὴ πρὸς τὸ τί δρῶν, ὁποῖα δ’ οὐ λέγων ἔπη, ἐπειδὴ δρῶ σε φαμὲν καὶ λέγω σε τόδε, οὕτως· ἃ ἐγὼ τί οὐ δρῶν καὶ τί οὐ ποιῶν, ὁποῖα δὲ ἔπη οὐ λέγων, ἀντὶ τοῦ καὶ δι’ ἔργου καὶ διὰ λόγου ταῦτα μεμφόμενος, δι’ ἔργου μὲν, ὅτι καλοῦσι πολλάκις αὐτοῖς οὐχ ὑπήκουσα, (τὸ δὲ ἦν τὰ σφῶν ἔργα μισοῦντος) διὰ λόγου δὲ, ὅτι ὀνειδίζων οὐ πέπαυμαι, εἰς ἔχθος ἦλθον τοῖς παισὶ τοῦ Οἰδίπου. ἢ τὸ ἅ πρὸς τὸ ἦλθον συντακτέον, οὕτως, ἃ ἐγὼ ἦλθον εἰς ἔχθος τοῖς παισὶ τοῦ Οἰδίπου τί δρῶν, ὁποῖα δ’ οὐ λέγων ἔπη. ὥσπερ γὰρ φαμὲν, ἐπορεύθην ταύτην τὴν ὁδὸν ἐπ’ εὐδαιμονίᾳ σῇ, ἀντὶ τοῦ ἡ πόρευσίς μου εὐδαιμονίαν σοι ἤγαγεν, οὕτω καὶ τὸ ἃ ἦλθον εἰς ἔχθος, ἀντὶ τοῦ τὸ περὶ τούτων διεξιέναι με ἔχθος ἐμοὶ πρὸς τοὺς Οἰδίποδος παῖδας ἤγαγε. λάμβανε δὲ εἰς τὸ πρῶτον πρὸς τὸ τί δρῶν τὸ οὐ κατὰ συνεκδοχὴν ἀπὸ τοῦ οὐ λέγων. Gu.
879.
εἰς ἔχθος ἦλθον: μῖσος. M. θέλων καταλῦσαι. M. γράφεται καὶ εἰς ὄχλον ἦλθον, ἀντὶ τοῦ εἰς ὄχλησιν τῇ πόλει. A.B. M.I.