Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
ὡς δὴ θεούς: καθὰ δὴ τὴν τῶν θεῶν ἀγανάκτησιν ἐκφευξόμενοι. Gr. Florr. ὡς οὕτως ἂν τὴν τῶν θεῶν ὀργὴν καὶ τιμωρίαν φευξούμενοι· ὃν γὰρ ἐμίσουν ἐκεῖνοι, τοῦτον καὶ αὐτοὶ ὥσπερ μισοῦντες καὶ τοῖς θεοῖς ὥσπερ συμπράττοντες ἔνδον οἴκου κατέκλεισαν. Gu.
ὡς δὴ θεούς: ὡς δὴ μέλλοντες ἐκ τούτου τὴν τῶν θεῶν κρίσιν ὑπεκβῆναι, καὶ μέχρι τούτου οἰόμενοι στήσειν αὐτοῖς τὸ κακὸν τοὺς θεοὺς, διὰ τοῦ συγκλείειν τὸν πατέρα περιτρύχοντας. κεκριμένον δὲ ἦν τοῖς θεοῖς ὥστε καὶ αὐτοὺς ἀλλήλους ἀποκτεῖναι. A.B.C. M.T.I.