Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

818.-833.

ἔτεκες
: ἔτεκες, ὦ γῆ τῶν Θηβῶν, ποτὲ, καθὰ ἐν τῇ ἐμῇ πατρίδι ποτὲ ἤκουσα λόγον βαρβαρικὸν, τὴν γενεὰν τὴν ἀπὸ τῶν ὀδόντων γεννηθεῖσαν, τὴν ἀπὸ τοῦ δράκοντος τοῦ θηρσὶ τρεφομένου, τοῦ φοινικοῦ τὴν κεφαλὴν, κλέος κάλλιστον τῶν Θηβῶν. εἰς τὸν γάμον δὲ τῆς Ἁρμονίας τῆς θυγατρὸς τῆς Ἀφροδίτης, ἣν ἔγημεν ὁ Κάδμος, ἦλθον οἱ θεοὶ, καὶ ὑπὸ τῆς φόρμιγγος καὶ τῆς λύρας τοῦ Ἀμφίονος τὰ τείχη τῶν Θηβῶν καὶ ὁ πύργος ἀνῳκοδομήθη περὶ τὸ μέσον τῶν δύο ποταμῶν τῆς Δίρκης τῆς πηγῆς, ἤγουν τοῦ Ἰσμηνοῦ καὶ τῆς Δίρκης, ἥτις ὁμωνύμως λέγεται τῇ πηγῇ, ἥτις, ἤγουν ἡ Δίρκη, ἡ πηγὴ, τὸ ἔμπροσθεν τοῦ Ἰσμηνοῦ πεδίον τὸ βοτανηφόρον ἄρδει καὶ κάθυγρον ποιεῖ. καὶ ἡ Ἰὼ, ἡ κέρας ἔχουσα, ἡ προμήτωρ, τοὺς βασιλεῖς τῶν Θηβαίων ἔτεκεν· ἡ πόλις δὲ ἥδε, μυριάδας ἀγαθῶν ἑτέρας ἐφ’ ἑτέραις κατὰ διαδοχὴν ἔχουσα, νῦν ἐπὶ μεγίστῃ καὶ ἐσχάτῃ πολιορκίᾳ τοῦ Ἄρεος ἕστηκεν. Gr. Cant. ἐγέννησας ποτὲ, ὦ γῆ, ὡς ἔμαθον ἐν τοῖς οἴκοις ἀκοὴν βάρβαρον (ὡς γὰρ Φοῖνιξ ὁ χορὸς, οἱ δὲ Φοίνικες βάρβαροι, βάρβαρον ἀκοὴν ἐδάην φησίν·) ἐγέννησας οὖν τὴν ὀδοντοφυῆ γένναν, τουτέστι τοὺς ἐξ ὀδόντων φύντας καὶ γεννηθέντας Γίγαντας, τὴν ὑπάρχουσα ἀπὸ δράκοντος θηριώδους καὶ φοινικοῦν λόφον καὶ κεφαλὴν ἔχοντος. κάλλιστον οὖν ὄνειδος ταῖς Θήβαις ἦσαν οἱ Γίγαντες, ὄνειδος μὲν ὡς ἐξ ὀδόντων δράκοντος γεννηθέντες, κάλλιστον δὲ ὡς αὐτόχθονες καὶ ἀνδρεῖοι· ἀφ’ ὧν Γιγάντων Θηβαῖοι κατήγοντο. εἰς τοὺς ὑμεναίους δὲ καὶ τοὺς γάμους τῆς Ἄρεος καὶ Ἀφροδίτης θυγατρὸς Ἁρμονίας, ἣν ἔγημε Κάδμος, ἦλθον οἱ θεοὶ, καὶ ἀνέστη τῆς πόλεως τὰ τείχη ἐν τῇ λύρᾳ τοῦ Ἀμφίονος, καὶ ὁ πύργος ἀνέστη ὑπὸ τῆς Ἀμφιονίας λύρας. ἔστι δὲ ἀμφότερα ταῦτα τὰ κῶλα ταυτοσήμαντα. ἀνέστη δὲ περὶ τὸ μέσον τῶν δύο ποταμῶν τῆς Δίρκης, ἤγουν οὓς ἡ Δίρκη ποιεῖ σχιζομένη, ἥτις καταρρέει εἰς τὸ πεδίον ἔμπροσθεν τοῦ Ἰσμηνοῦ ποταμοῦ. καὶ ἡ κερασφόρος Ἰὼ ἐγέννησε τοὺς βασιλέας τῶν Θηβαίων. μεταμειβομένη
δὲ καὶ διαδεχομένη ἥδε ἡ πόλις μυριάδας ἑτέρας ἀγαθῶν ἐν μυρίοις ἀγαθοῖς ἕστηκεν ἐπ’ ἄκροις στεφάνοις Ἀρηΐοις καὶ πολεμικοῖς τουτέστι πολλῶν ἀγαθῶν πειραθεῖσα τῆς τῶν σπαρτῶν γέννας, τοῦ ἐλθεῖν τοὺς θεοὺς εἰς τοὺς τῆς Ἁρμονίας γάμους, τοῦ ἀναστῆναι τὰ τείχη ὑπὸ λύρας, τοῦ τὴν Ἰὼ προμήτορα ἔχειν, τούτων οὖν ἁπάντων εἰς πεῖραν ἰοῦσα κεκύκλωται νῦν ὑπὸ πολεμίων. Gu.