Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

806.-811.

μηδὲ τὸ παρθένιον
: οὐδὲ ἡ ὑπόπτερος Σφὶγξ ἡ παρθένος, τὸ ὀρεινὸν τέρας, τὸ πένθος τῆς γῆς ταύτης ὤφειλε δηλονότι ἐλθεῖν σὺν αἰνίγμασιν ἐμμέτροις κακομουσοτάτοις, ἥτις ποτὲ τὴν γενεὰν τὴν ἀπὸ τοῦ Κάδμου καταγομένην διὰ τῶν ὀνύχων τῶν τεσσάρων αὐτῆς ποδῶν ἠφάνιζε τοῖς τείχεσιν ἐπικαθίζουσα, ἣν ὁ κατὰ χθονὸς Ἅιδης ἔπεμψε κατὰ τῶν Καδμείων. Gr. Bar. I.

Τὸ παρθένιον πτερὸν πρὸς τὸ Σφιγγὸς συντακτέον, ἵν’ ᾖ τὸ πτερὸν τῆς παρθένου Σφιγγὸς, τὸ ὄρειον τέρας· ὃ μὴ ὤφειλε, κατὰ κοινοῦ, ἐλθεῖν πένθεα τῆς γῆς, τουτέστιν ἐπὶ πένθει καὶ δυστυχίᾳ Θηβῶν· ἥτις ἐν ᾠδαῖς ἀμουσοτάταις καὶ κακαῖς τοῖς τείχεσι πλησιάζουσα ἔφερεν ἐν ταῖς τετραβάμοσι χηλαῖς Θηβαῖον εἰς τὸ ἄβατον φῶς τοῦ αἰθέρος, ἤτοι εἰς ὕψος τὸ μὴ βατὸν τισὶν ἄλλοις, ἢ τοῖς ὀφθαλμοῖς μὴ ἀφικνουμένοις καὶ φθάνουσι πρὸς τὴν τούτου κατάληψιν· ἥντινα Σφίγγα ἐπιπέμπει τοῖς Θηβαίοις ὁ ὑποχθόνος Ἅιδης. τοῦτο δέ φησι διὰ τὸ αὐτὴν θανάτους ἐπάγειν Θηβαίοις ἐκ τῶν αἰνιγμάτων. ἣν καὶ ὡς αἰτίαν τῶν παρόντων κακῶν ἀπεύχεται μὴ ἐλθεῖν· εἰ μὴ γὰρ τὰ ταύτης αἰνίγματα εὗρεν, οὔτε εἰς ἀθέμιτον γάμον τὸν τῆς μητρὸς ἀφίκετο, οὔτε τὰ νῦν συμβεβήκει, τυφλωθέντος ἐκείνου καὶ ἐπαρασαμένου τοῖς τέκνοις. Gu.