Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

806.

μηδὲ τὸ παρθένιον
: ἀπὸ κοινοῦ τὸ ὤφειλεν. τουτέστι μηδὲ ἡ Σφὶγξ ὤφειλεν εἰς τὰς Θήβας ἐληλυθέναι· αὕτη γὰρ ἀρχὴ τῆς συμφορᾶς ἐγένετο τοῦ Οἰδίποδος· διὰ τὸ εὑρηκέναι γὰρ τὸ προτεθὲν ὑπ’ αὐτῆς ζήτημα ἔγημε τὴν μητέρα κατ’ ἄγνοιαν· προέκειτο γὰρ εἰς γάμον τῷ συνιέντι. A.B. C.M.I.

παρθένιον πτερόν
: παρθένιον πτερὸν καλεῖ τὴν Σφίγγα, διότι λέγε
ται μῦθος τὰ ἄνω μέρη τοῦ σώματος παρθένου γυναικὸς ἔχειν, τὰ δὲ κάτωθεν ἀετοῦ. πρὸς μὲν τὴν παρθένον τὸ παρθένιον, πρὸς δὲ τὸν ἀετὸν τὸ πτερόν. A. τὸ παρθένιον πτερὸν τῆς Σφιγγὸς, ἤγουν τὸ πτερὸν τῆς παρθένου Σφιγγὸς, τουτέστιν ἡ ὑπόπτερος Σφὶγξ, ἡ παρθένος, περιφραστικῶς. Gr. Bar.

οὔρειον τέρας
: ὀρεινὸν, ἄγριον. ἢ ἴσως, ἐπειδὴ ἐν Κιθαιρῶνι τῷ ὄρει ἐτρέφετο, οὔρειον τέρας αὐτήν φησι. τέρας δέ ἐστι πᾶν τὸ παρὰ φύσιν. τὸ δὲ ἑξῆς, μηδὲ τὸ παρθένιον πτερὸν Σφιγγὸς ὤφειλεν ἐλθεῖν εἰς πένθεα ταῦτα τῆς χθονός. τέρας δὲ τὴν Σφίγγα λέγει, ἐπεὶ πτερωτὴ ἦν, παρθένου ἔχουσα πρόσωπον, λέοντος δὲ τὸ πᾶν σῶμα, μιξοφυὴς οὖσα. A.B. C.M.T.I. Ἄλλως. ἀπὸ μέρους τὴν ὅλην, μηδὲ τὸ πτερωτὸν τῆς Σφιγγὸς ἐκεῖνο τὸ τέρας, ὅπερ ἦν πένθος τῆς γῆς. Ἄλλως. οὔρειον δὲ τέρας διὰ τὸ δόξαι αὐτὴν ἀπὸ τοῦ ὄρους Κιθαιρῶνος τερατοειδῶς κατελθεῖν. A.

πένθεα γαίας
: ἀντὶ τοῦ πένθη τῆς γῆς ἡ Σφίγξ. B.M.