Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

ὄμμα
: ὅπερ ἐφορᾷ ἡ Ἄρτεμις ὑπὲρ τὰ ἄλλα ὄρη, καὶ ἔστιν ὅραμα· ἢ ὡς καλλιστεῦον παρὰ τῇ θεῷ, ὥσπερ ἐν τῷ σώματι τὸ ὄμμα· πολύθηρον γάρ ἐστι, κυνηγέτις δὲ ἡ θεὸς ἡ Ἄρτεμις ὑπάρχει. A.B. M.T.I. Ἄλλως. ὦ ὄμμα τῶν ἄλλων ὀρῶν Κιθαιρὼν ὅραμα, ἤτοι διὰ τὸ ὑψηλὸν εἶναι καὶ πόρρωθεν τοῖς πᾶσιν ὁρᾶσθαι, ἢ ὅτι ἄνωθεν ἦν πάντα καθορᾶν, ἢ ἁπλῶς ἐκπρεπέστερον χρῆμα αὐτὸ ἂν εἴη λέγων, λέγων τὸν Κιθαιρῶνα, ὥσπερ τὰ ἄλλα πάντα ὄρη τῇ Ἀρτέμιδι, ὥσπερ ὀφθαλμὸς ἐν σώματι. λέγονται δὲ ἐνταῦθα ἱδρῦσθαι αἱ Μοῦσαι καὶ δένδροις διαφόροις ἔξωθεν κεκοσμῆσθαι. A.M. T. ὄμμα καὶ καλλίστευμα Ἀρτέμιδος, ὁ καλλιστεύων παρὰ τῇ θεᾷ, ὥσπερ ἐν σώματι ὄμμα. Gu. καλλωπίσματα. C.

803.

προτεθέντα
: τὸν ἐκτεθέντα τῷ θανάτῳ, ἤγουν τὸν ἔκδοτον εἰς θάνατον γενόμενον. Gr. ἤγουν ἵνα θάνη. Gu.