Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

651.

κισσὸς ὃν περιστεφής
: ὁ πανταχόθεν αὐτὸν σκέψας· τοῦ γὰρ οἴκου κεραυνωθέντος ἐξήμβλωσεν αὐτὸν ἡ μήτηρ φοβηθεῖσα, κισσὸς δὲ περιείλιξεν. Ἄλλως. ὅντινα Διόνυσον κισσὸς ἔξωθεν περιπλακεὶς ἔτι βρέφος ὄντα κατὰ τοῦ νώτου ἐκάλυψεν. ἱστορεῖ γὰρ Μνασέας ὅτι τῶν Καδμείων βασιλείων κεραυνωθέντων κισσὸς περὶ τοὺς κίονας φυεὶς ἐκάλυψεν αὐτὸν, ὅπως μὴ αὐθημερὸν καὶ ἐν μηδενὶ τὸ βρέφος διαφθαρῇ καλυφθέν. διὸ καὶ περικιόνιος ὁ θεὸς ἐκλήθη παρὰ Θηβαίοις. A. B.C. M.T.I.

649.

μάτηρ
: ἡ μήτηρ αὐτοῦ δηλονότι, ἡ Σεμέλη. Gr.

γάμοις
: διὰ τοῦ γάμου, ὃν ὁ Ζεὺς αὐτὴν ἔγημεν. Bar. Gr. Ζεὺς ἤρα Σεμέλης καὶ συνῆν αὐτῇ τὰ ἐρωτικά. ζηλοτυπήσασα οὖν ἡ Ἥρα τοιόνδε τι μηχανᾶται πρὸς ἔρωτος ἄμυναν, ὡς οὐκ εἴη Ζεὺς ὁ σοί γε συνὼν, φράζουσα πρὸς Σεμέλην· εἰ γὰρ ἔστιν ἀληθῶς, ἀφικέσθαι αὐτὸν μετὰ κεραυνοῦ παρακάλεσον. ἀπατηθεῖσα οὖν Σεμέλη αἰτεῖται τοῦτο τὸν Δία· καὶ ὃς ἐπιὼν μετὰ κεραυνοῦ κατέφλεξε τὴν Σεμέλην κύουσαν· καὶ πεπτωκὼς ὁ Διόνυσος περιέστεπται ὑπὸ κισσοῦ, μέχρις ἂν Ζεὺς ἐρράψατο τῷ μηρῷ, ἕως ἂν ὡραῖον τὸ βρέφος γενήσεται. διὰ τοῦτο οὖν αἱ βάκχαι πρὸς τιμὴν τοῦ θεοῦ κισσοῦ κλάδους ἔφερον χορεύουσαι περὶ τὸν θεὸν, καὶ βοῶσαι εὐοῖ εὐὰν ὕης, ἤγουν υἱὲ τοῦ Διός· τοῦτο γάρ ἐστι τὸ εὐΐοις. Gu. Bar. Leid.