Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

470.

κοὺ ποικίλων δεῖ τἄνδιχ’
: γράφεται, δεῖτ’ ἄνδιχ’ ἑρμηνευμάτων, ἵν’ ᾖ, καὶ οὐ ποικίλης δεῖται ἔξωθεν ἀπολογίας ἡ ἀλήθεια· ἔχει γὰρ αὐτὰ τὰ ἀληθῆ ἀφ’ ἑαυτῶν τὸ εὔκαιρον. ἔνδικα γὰρ ἀντὶ τοῦ δίκαια. τὸ δὲ χ διὰ τὴν δασεῖαν. A.B.C. M.I.

δεῖ τ’ ἄνδιχ’
: ἀντὶ τοῦ δεῖται τὰ δίκαια ἐξαγγελιῶν. Gr. Cant. σημείωσαι τὴν σύνταξιν, ὡς τὸ παρ’ Ὁμήρω χρεὼ βουλῆς ἐμέ τε καὶ σέ. καὶ οὕτω μὲν λέγω αἰτιατικῶς νοήσας τὸ ἔνδικα· εὐθεῖαν δὲ λέγων οὕτω συντάξεις· καὶ οὐ ποικίλων ἑρμηνευμάτων δεῖται καὶ χρῄζει τὰ ἔνδικα. πρὸς μὲν οὖν τὸ πρῶτον τἄνδικα γράψεις, πρὸς δὲ τὸ δεύτερον τ’ ἔνδικα, κουφίζων τὴν αι δίφθογγον, ὡς τὸ βούλομ’ ἐγώ, ἔστι δὲ ὅμοιον τοῦτο καὶ τῷ παρ’ Αἰσχύλῳ αὐτὸν γάρ σε δεῖ Προμηθέως. Τὸ αὐτὸ ἄλλως. οὕτως ἔδει εἰπεῖν, οὐ δεῖ τοῖς ἐνδίκοις
ποικίλων ἑρμηνευμάτων. νῦν δὲ τὰ ἔνδικα εἶπε. ἀποδίδοται οὖν αὕτη ἡ αἰτιατικὴ πρὸς τὸ συναγόμενον· τὸ γὰρ οὐ δεῖ ποικίλων τὰ ἔνδικα ἑρμηνευμάτων τοῦτο συνάγει, οὐ δεῖ ποικίλως ἑρμηνεύειν τὰ ἔνδικα. ἔστι δὲ Ὁμηρικὴ σύνταξις, ὡς τὸ χρεὼ βουλῆς ἐμέ τε καὶ σέ, ἀντὶ τοῦ χρεία βουλεύσασθαι ἐμέ τε καὶ σέ. Gu.

ἑρμηνευμάτων
: ῥήσεων. M. σοφισμάτων, πανουργευμάτων. C.