Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

399.

ἔχουσιν ἀφροδίτην
: ἡδονήν τινα ἔχουσιν ἐν κακοῖς τοῦ ἐλπίζειν. Ἄλλως. ἡδονὴν ἡδεῖαν ἔχουσιν, ἀλλὰ βλαβερὰν οἱ ἐν τοῖς κακοῖς ἐξεταζόμενοι καὶ ἐλπίζοντες ἀγαθά. A. B.C. M.T. ὁ ὢν ἐν κακοῖς, ἐλπίζων δὲ ἀγαθὰ, δοκεῖ τὴν ἐλπίδα τοῦ ἀγαθοῦ παραμυθεῖσθαι τὴν λύπην. C. τέρψιν τινὰ ἡδεῖαν ἔχουσι πρὸς τὰς δυστυχίας. Gr. I.

ἡδεῖαν
: ἡδίονα, τὸ ἁπλοῦν ἀντὶ συγκριτικοῦ, ὥσπερ καὶ τοὔμπαλιν εὕρηται. γίνεται ἡ τοιαύτη ἐναλλαγὴ καὶ χρῆσις καὶ ἐπὶ τοῖς ἁπλοῖς τε καὶ κτητικοῖς, τοῖς μὲν ἀντὶ ἁπλῶν λαμβανομένοις, ὡς ἔχει τὸ παρθενική καὶ τὸ ῥητορικός καὶ ἕτερα μυρία, τοῖς δὲ ἀντὶ κτητικῶν, ὡς ἔχει τὸ Σκύθην ἐς οἶμον ἤτοι Σκυθικὸν, καὶ τὸ Γαλάτης ῥοῦς ἤγουν Γαλατικός. ἢ τὸ ἡδεῖαν μὴ ἔστω ἀντὶ συγκριτικοῦ, ἀλλ’ ἁπλοῦν, οὕτω· ἔχουσί τινα ἀφροδίτην καὶ ἡδονὴν τῶν προσόντων αὐταῖς κακῶν ἡδεῖαν καὶ εὐφράντην, τουτέστιν αἱ προσοῦσαι ταῖς ἐλπίσι κακίαι—αἱ δέ εἰσι τὸ μὴ τάχιον ἀποκαθίστασθαι, ἀλλ’ ἀεὶ μέλλειν—ἔχουσί τινα χάριν· ἡ δέ ἐστι τὸ θέλγειν καὶ παράγειν τοὺς πάσχοντας καὶ μὴ ἐᾶν ἀπειπεῖν, ἀλλὰ προσδοκᾶν διδόναι τάχιστα τῶν πιεζόντων δεινῶν ἀπηλλάχθαι. Gu.