Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

312.

τί φῶ σε
: τί σοι εἴπω, πῶς προσφθέγξομαί σε; καὶ πῶς τὰ πάντα λάβω, τέρψιν παλαιὰν καὶ χαρμονὴν καὶ πολυέλικτον ἡδονὴν χερσί τε καὶ λόγοις, ἐκεῖσε καὶ τὸ δεῦρο περιχορεύουσα, ἀντὶ τοῦ περισκιρτῶσα πανταχῆ. A. B.C.M.I. ὀνομάσω σε. Gr. et gl. Gu.

ἅπαντα
: τὰ μέλη. Gu.

πῶς ἅπ αντα
: θέλουσα ἡ Ἰοκάστη ὅσην ἔσχεν ἐπὶ Πολυνείκει φανέντι ἡδονὴν παραστῆσαι πῶς ἅπαντα λάβω; φησὶ, τουτέστι πῶς καὶ διὰ λόγων καὶ δι’ ἔργων καὶ πανταχόσε σκιρτῶσα λάβω ἡδονὴν πολύτροπον καὶ παντοίαν, δι’ ἔργου καὶ λόγου καὶ σκιρτημάτων γινομένην· ταῦτα γὰρ οἱ ἀπροσδοκήτως τοὺς αὑτῶν ὁρῶντες δρᾶν εἰώθασι. τὸ δὲ παλαιὰν χαρμονάν ἀντὶ τοῦ ἧς ἐκ πολλοῦ τυχεῖν συνηυχόμην ἐπὶ τῷ σὲ ἰδεῖν καὶ προσπτύξασθαι. σκόπει δὲ τὸ ποικίλον· δέον γὰρ εἰπεῖν, πῶς ἅπαντα λάβω καὶ ἐν χερσὶ καὶ ἐν λόγοις καὶ ἐν ποσὶν, ὁ δὲ οὐχ οὕτως ἐξήνεγκεν, ἀλλὰ τὸ μὲν χερσὶ καὶ λόγοις πρὸς τὸ λάβω συνῆψεν, ἐκ δὲ τοῦ εἰπεῖν ἐκεῖσε καὶ τὸ δεῦρο περιχορεύουσα τὸ ποσὶν ἐδήλωσε· ποδῶν γὰρ τὸ χορεύειν. Gu. Bar.