Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
24.
λειμῶν’ ἐς Ἥρας: ἢ ὅτι πᾶς λειμὼν ἱερός ἐστι τῆς Ἥρας, ἢ ὅτι Κιθαιρωνίας Ἥρας ἐστὶν ἐν Θήβαις ἱερόν. ὅσοι δὲ ἐγκαλοῦσιν ὡς ἐν ἱερῷ τόπῳ ἐκτεθέντος τοῦ παιδὸς, ἴστωσαν ὅτι καὶ Ἀθῆναι ἱεραὶ μὲν λέγονται τῆς Ἀθηνᾶς, ὀλίγος δέ ἐστι τῆς ἀκροπόλεως εὐαγής τε καὶ ἱερὸς τόπος. καὶ λελωβημένον δὲ ὅμως ἀνείλοντο τὸ βρέφος, ἴσως τῷ κάλλει νενικημένοι καὶ τὴν ἴασιν εὐμαρῇ νομίσαντες αὐτοῦ ὑπὸ τῆς βασιλείας ἔσεσθαι. A.B. C.M.I.
λέπας: ἀκρωτήριον· ἐν τούτῳ γὰρ ναὸς Ἥρας ἦν, ὃν καὶ καλεῖ λειμῶνα Ἥρας· πάντας γὰρ τοὺς ἀλσώδεις τόπους θεοῖς ἀφιέρουν καὶ τεμένη θεῶν ἐκάλουν Ἕλληνες. Gu. Bar.
25.
δίδωσι βουκόλοισι: ἵνα ἀποθάνῃ. οὐ γὰρ ἤθελεν ἐκ τοῦ ἐμφανοῦς ἀνελεῖν τὸ βρέφος, φεύγων τὸ μύσος. A.B.C. M.I.