Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

239.

νῦν δέ μοι πρὸ τειχέων
: ὁ δέ ἀντὶ τοῦ γάρ. κατὰ ἀνάκλασιν δὲ ὁ πᾶς λόγος προῆκται, ἔχων οὕτως· ἰὼ Παρνάσσιον ὄρος λάμπον διπλῇ λαμπηδόνι, σύ τε, ὦ αὐτόθι ἐκβλαστάνουσα ἄμπελε, θεῖά τε ἄντρα τοῦ δράκοντος, οὔρειαί τε σκοπιαὶ θεῶν, σύ τε, ὦ δέσποτα Ἄπολλον, ὃς τὸ κατανιφόμενον ὄρος ἀμφιέπεις, εἴθε χορεύσαιμί σοι καὶ τῇ Ἀρτέμιδι ἄφοβος τοῦ λοιποῦ γενομένη. νῦν γὰρ ἡμᾶς ὁ παρὼν πόλεμος ἐκφοβεῖ, καὶ δέδοικα μὴ καὶ δεύτερον αἰχμάλωτος γένωμαι. εἴθε οὖν, φησὶ, παρ’ ὑμῖν γενοίμην, ἵνα ἀσφαλῶς τοῦ λοποῦ διάξαιμι. A. B.H.M. T. Fl. 33. I.

νῦν δέ μοι
: ὡς οἰκεῖον δέχεται τὸν κατὰ τῆς πόλεως πόλεμον. Gr. Cant.

240.

θούριος μολὼν Ἄρης
: ὁρμητικός. M. ὁρμητικὸς ἐλθὼν πόλεμος. Gr. Cant.