Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

227.

δικόρυφον σέλας
: διπλοῦν. B. M. δικόρυφον αὐτὸν εἶπεν, ἐπείπερ ἐν ἀμφοτέραις ταῖς ἄκραις τοῦ Παρνασσοῦ εἰσιν ἱερὰ, τὸ
μὲν Ἀρτέμιδος καὶ Ἀπόλλωνος, τὸ δὲ Διονύσου. ἐπεὶ τοίνυν ἐν ἑκατέρᾳ πῦρ ἀνάπτεται πρὸς τὰς θυσίας, ἀναγκαίως καὶ τὸ πῦρ δικόρυφον εἶπεν, ἅτε δὴ ἐν ἑκατέρᾳ ἄκρᾳ ἀναπτόμενον. οὐκ ἀπὸ τῶν δύο δὲ κορυφῶν ἀναδίδοται αὐτόματον πῦρ, ἀλλ’ ἀπὸ ἑνὸς ἄκρου, δοκεῖ δὲ τοῖς κάτω ἐκ δύο ἀναδίδοσθαι, διὰ τὸν ἐπίπροσθεν σκόπελον, καὶ ὥσπερ ἐξ αὐτοῦ ἐπιμερίζεσθαι τὸ πῦρ. A.B.H.I.

σέλας
: ἐκ τῶν τόπων ἐν οἷς βακχεύει ὁ Διόνυσος. Fl. 33.

δικόρυφον σέλας
: δικόρυφος ὢν ὁ Παρνασὸς ἐν μὲν τῇ μιᾷ κορυφῇ Ἀρτέμιδος ἱερὸν καὶ Ἀπόλλωνος εἶχεν, ἐν δὲ θατέρᾳ Διονύσου καὶ Σεμέλης. ὅθεν καὶ δικόρυφον σέλας καλεῖ ἀπὸ τοῦ ἐν αὐταῖς ἀναπτομένου πυρὸς εἰς τὴν τῶν θεῶν θυσίαν ὀνομάσας. φασὶ δὲ καὶ ὅτι ἄμπελος ἦν ἐν τῷ τοῦ Διονύσου ἱερῷ, ἥτις καθ’ ἡμέραν ἑκάστην ἔφερε βότρυν, ἐξ οὗ ἡ σπονδὴ τῷ Διονύσῳ ἐγένετο. ἐδηλοῦτο δὲ ἐντεῦθεν ὅτι Διόνυσος πρῶτος ἐχαρίσατο τοῖς ἀνθρώποις τὴν ἄμπελον, Ἰκαρίῳ δοὺς πρώτῳ, ὥσπερ καὶ Δημήτηρ τὸν σῖτον, καὶ Ἀθηνᾶ τὴν ἐλαίαν, καὶ ἕτεροι τῶν θεῶν ἕτερα. Gu. Leid.

ὑπὲρ ἄκρων βακχείων
: εἰς τὴν τοῦ Διονύσου κορυφὴν εἶναί φασιν ἄμπελον, ἥτις καθ’ ἑκάστην ἡμέραν ἕνα βότρυν ἔφερεν, ἐξ οὗ ἡ σπονδὴ τῷ Διονύσῳ ἐγίνετο. οἰνάνθη δὲ λέγεται ἡ πρώτη ἔκφυσις τῶν βοτρύων. οἰνάνθας οὖν βότρυν τὸν ἐξ οἰνάνθης βότρυν προκόπιοντα.
οἴνη δὲ καλεῖται αὐτὴ ἡ ἄμπελος. Σοφοκλῆς δὲ ἐν Θυέστῃ ἱστορεῖ καὶ παρ’ Εὐβοεῦσιν ὁμοίαν ἄμπελον εἶναι τῆς ἐν Παρνασῷ, λέγων οὕτως
ἔστι γᾶς τις ἐναλία Εὐβοιὶς αἶα, τῇδε βάκχειος βότρυς
ἐπ’ ἦμαρ ἕρπει· πρῶτα μὲν λαμπρᾶς ἕω κεκλημάτωται χλωρὸν οἰνάνθης δέμας, εἶτ’ ἦμαρ αὔξει μέσσον ὄμφακος τύπον καὶ κλίνεταί γε κἀποπερκοῦται βότρυς, δείλῃ δὲ πᾶσα τέμνεται βλαστουμένη ὀπώρα καλῶς κἀνακίρναται πότον. —
A.B. H.M.T.I.