Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
κατενάσθην: τινὲς ἀντὶ τοῦ κατανασθήσομαι. καὶ Σιμωνίδης ἐν ἰάμβοις
τί ταῦτα διὰ μακρῶν λόγων ἀνέδραμον;ἀντὶ τοῦ ἀναδραμεῖν μέλλω. ἐγὼ δὲ οἶμαι οὕτως εἶναι· ὅπου ἐν Φοινίκῃ κατετάχθην οἰκῆσαι τὸν Παρνασσὸν τῇ ἐλάτῃ πλεύσασα. A.B. H.M.T.I.
208.
Ἰόνιον κατὰ πόντον: διαπορεῖται πῶς λέγουσιν αἱ κατὰ τὸν χορὸν ἀπὸ Φοινίκης εἰς Δελφοὺς πλεύσασαι κατὰ τὸν Ἰόνιον πόντον καὶ Σ κελίαν γεγονέναι, καὶ ταῦτα Ζεφύρου πνεύσαντος καὶ ἐναντιουμένου τῷ πλῷ. δεῖ οὖν τὸ ἑξῆς ἀκούειν, Τύριον οἶδμα λιποῦσα ἔβαν ἐλάτᾳ πλεύσασα δικώπῳ. λοιπὸν τὴν αἰτίαν τοῦ κώπαις αὐτὰς, καὶ μὴ οὐρίᾳ, πεπλευκέναι, ἀποδιδόασι τὴν τοῦ Ζεφύρου πνοὴν, ὃς ἐκ τῶν δυτικῶν πνέων ἀντιβαίνει τοῖς ἀπ’ ἀνατολῆς ἐπὶ τὰ δυτικὰ ἐρχομένοις, ὅ ἐστιν ἀπὸ Συρίας εἰς Ἑλλάδα. ἐλάτῃ τοίνυν ἔπλευσα τοῦ Ζεφύρου κατὰ τὸν οὐρανὸν πνεύσαντος καλλίστῳ κελαδήματι ὑπεράνω τῶν Ἰονίων καὶ τῶν ἀκαρπίστων πεδίων τῆς Σικελίας, ἅπερ εἰσὶ δυτικά. ἀκάρπιστα δὲ πεδία οἱ μὲν τὰ πολύκαρπα, οἱ δὲ τὰ θαλάσσια πεδία, ὅ ἐστι τὰ ἄκαρπα, ὥς που καὶ ἀτρύγετος λέγεται. ἔνιοι δὲ Ἰόνιον πόντον ἀκούουσι τὸ κατ’ Εὔβοιαν πέλαγος τὸ περὶ Ἰονίαν πόλιν Εὐβοίας, ἣν ἔκτισεν Ἴων ὁ Ξούθου, βασιλεύσας ἔτη κζ′, ἵν’ ᾖ, ἐλάτᾳ πλεύσασα τὸν Ἰόνιον κατὰ πόντον τοῦ Ζεφύρου πνεύσαντος, ὑπεράνω τῶν ἀκαρπίστων πεδίων τῆς Σικελίας. Σικελίαν δὲ εἶναι μικρὰν νῆσον μεταξὺ Χαλκίδος καὶ Αὐλίδος. ταύτην δὲ ἄκαρπον εἰρῆσθαι, παραβαλλομένην τῇ μεγάλῃ νήσῳ καὶ πολυκάρπῳ Σικελίᾳ. οἱ δέ φασιν Αἰσχύλῳ αὐτὸν ἕπεσθαι οἰομένῳ πάντα πόντον Ἰόνιον λέγεσθαι ὃν ἀλωμένη ἐπῆλθεν ἡ Ἰώ· ὅθεν καὶ, ὡς ἐναντίου ἀνέμου πνέοντος τοῖς ἀπὸ Φοινίκης πλέουσι, κώπῃ πεπλευκέναι φασὶν, ἢ καὶ πνεύσαντος ἤδη τοῦ Ζεφύρου καὶ πεπαυμένου, ὅτε γαληνὸν τὸ πέλαγος ἦν ἐν ἐαρινῇ ὥρᾳ. ὁ δὲ Κράτης φησὶν αὐτὰς δηλοῦν τὴν ὥραν καθ’ ἣν ἐκομίσθησαν εἰς τὴν Ἑλλάδα, τὴν μετὰ Ζεφύρου πνοὰς, τοῦ φαινομένου κατὰ τὸν Ἰόνιον κόλπον. σημαίνει οὖν τὸν ἐαρινὸν καιρόν. οἱ δὲ λέγουσι τοὺς ἀπὸ Συρίας εἰς τὴν Ἑλλάδα εἰσβάλλοντας τὸν Ἰόνιον πόντον περᾶν. A.B. H.M.T.I.