Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
οἶδμα: τὸ κῦμα, τὸ πέλαγος. M. τὸ πέλαγος. ἀκροθίνια δὲ κυρίως μὲν αἱ τῶν καρπῶν ἀπαρχαὶ, παρὰ τὸν θῖνα, ὅ ἐστι τὸν σωρὸν τῆς ἅλω, καταχρηστικῶς δὲ οὕτως λέγονται καὶ αἱ ἀπαρχαὶ τῆς λείας. A.B. H.M. Gu. I.
204.
Φοινίσσας ἀπὸ νάσου: οὐ νῆσος, ἀλλ’ ἤπειρος ἡ Φοινίκη παράλιος. κατεχρήσατο τοίνυν τῇ φράσει. τινὲς δὲ Φοινίσσας φράσει. νήσου τῆς Τύρου· νησιάζεται γάρ. οἱ ἀπ’ Ἀγήνορος καταγόμενοι, συγγένειαν ἔχοντες πρὸς τοὺς περὶ Ἐτεοκλέα, ἃς ἔλαβον αἰχμαλώτους τὴν Τύρον ἑλόντες ἀπέστειλαν αὐτῷ, ἵνα εἰς Δελφοὺς ἀποσταλῶσι διὰ τοῦ Ἐπεοκλέους ἀναθήματα τῷ θεῷ. ἐπεὶ οὖν ἄδηλον ἦν πόθεν ἐληλύθεισαν αὗται, πεποίηκε τὴν κατ’ αὐτὰς τύχην ἀπαγγεῖλαι. A.B. C.H.M.I.
Φοινίσσας ἀπὸ νάσου: οὐ νῆσος ἡ Φοίνισσα, ἀλλὰ παράλιος μόνον. ἀγνοοῦντες τοίνυν τινὲς πῶς τοῦτο Εὐριπίδης φησὶ νῆσον τὴν Φοίνισσαν ἀπατώμενοι λέγουσι. τὸ δέ ἐστι τοιοῦτον· ἔβαν ἀπὸ τῆς νήσου τῆς Τύρου. ἡ δὲ νῆσος τῆς Φοινίσσης ἐστί. δῆλον δ’ ἐντεῦθεν· αὐτὸς γὰρ ὁ χορὸς τοῦτο παριστᾷ λέγων Τύριον οἶδμα προλιποῦσα, καὶ μετὰ ταῦτα ἐπιφέρων Φοινίσσας ἀπὸ νάσου. Gu.