Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)
Scholia in Euripidem
Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.
1728.
ὅδ’ εἰμί: ἐγὼ, φησὶν, εἰμὶ ὃς ἔδοξα πάντας ὑπερβεβηκέναι σοφίᾳ, λύσας τὸ αἴνιγμα. ἡ ἐπί πρὸς τὸ μοῦσαν. A.B.C. M.I. ἐγώ εἰμι ὃς ἦλθον ἐπὶ μοῦσαν καὶ σοφίαν μεγάλην καλλίνικον καὶ νικηφόρον, εὑρὼν τὸ αἴνιγμα τῆς παρθένου κόρης, ἤγουν τῆς Σφιγγὸς, τὸ ἀσύνετον καὶ δυσνόητον. I. μοῦσαν οὐράνιόν φησι τὴν μεγάλην καὶ περίβλεπτον σοφίαν. A. B. M.I.
1732.-1740.
Σφιγγός: τὸ ὄνειδος, ἀντὶ τοῦ τὸ κλέος, τῆς Σφιγγὸς ἀναφέρεις καὶ ἀναμιμνήσκεις; ἄπαγε, σαυτὸν δηλονότι, αὐδῶν καὶ λέγων τὰ πάρος καὶ τὰ πρότερον εὐτυχήματα. τάδε τὰ μέλεα καὶ ἄθλια πάθη ἐπέμενεν, ἤτοι ἐξεδέχετο, γενόμενόν σε φυγάδα καὶ ἐξόριστον, θανεῖν, ὦ πάτερ, μακρὰν τῆς πατρίδος που, ἤτοι ἔν τινι τόπῳ. ποθεινὰ δάκρυα λιποῦσα παρὰ παρθένοις φίλαις ἄπειμι καὶ ἀπέρχομαι, ἀπόπρο, ἤτοι λίαν μακρὰν, τῆς πατρίδος γαίης ἀλωμένη, ἀντὶ τοῦ πλανηθησομένη, ἀπαρθένευτα καὶ πολυπαρθένευτα, ἤτοι ἐπὶ πολὺ παρθενεύουσα. I.
1732.
Σφιγγός: τὸ ὄνειδος ἀντὶ τοῦ τὸ κλέος, τῆς Σφιγγὸς, οὐχ ὃ εἴχεν ἡ Σφὶγξ, ἀλλ’ ὃ ἔλαβεν αὐτὸς διὰ τὴν Σφίγγα. Gr. τὸ γὰρ ἐπικεῖσθαι Θηβαίοις πάλαι τὴν Σφίγγα ὄνειδος αὐτοῖς παρὰ πάντων ἐγίνετο. Gu.
ἀναφέρεις: ἀναπολεῖς. κατ’ ἐρώτησιν δὲ ὁ λόγος. καὶ νῦν δὲ τὸ ὄνειδος ἐπὶ τοῦ κλέους ἐστίν. C.M.I.