Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1625.-1638.

σοί τ’ εὖ λέλεκται
: σοί τε εὖ καὶ καλῶς λέλεκται, μὴ θέλειν τὰ ἐμὰ γόνατα, ἤτοι μὴ χρῄζειν ἅπτεσθαι τῶν ἐμῶν γονάτων, ἐγὼ δὲ οὐκ ἂν ἐάσαιμί σε οἰκεῖν τὴν χθόνα. ἀπὸ τῶνδε δὲ τῶν νεκρῶν τὸν μὲν, ἤγουν τὸν Ἐτεοκλῆν, πρέπον κομίζειν ἤδη εἰς τοὺς δόμους, τόνδε δὲ, λέγω τὸν νέκυν τοῦ Πολυνείκους, ὃς ἦλθε σὺν ἄλλοις πορθήσων τὴν πατρίδα, ἐκβάλετε καὶ ῥίψατε ἄταφον ἔξω τῶν ὅρων τῆσδε τῆς χθονός. κηρυχθήσεται δὲ πᾶσι τοῖς Καδμείοις τάδε, ὃς ἁλῷ καὶ κρατηθῇ ἢ καταστέφων καὶ τιμῶν τόνδε τὸν νεκρὸν, ἢ καλύπτων γῇ, ἤτοι θάπτων, θάνατον ἀνταλλάξεται, ἤγουν ἀντὶ κόσμου καὶ τῆς ταφῆς λήψεται θάνατον. κηρύξεται δὲ, κατὰ κοινοῦ, ἐᾶν ἄκλαυστον, ἄταφον, βορὰν τοῖς ὀρνέοις. σὺ δὲ, ὦ Ἀντιγόνη, ἐκλιποῦσα τοὺς θρήνους τῶν τριῶν νεκρῶν, κόμιζε σεαυτὴν
ἔσω τῶν δόμων, καὶ παρθενεύου, ἀντὶ τοῦ ἐν τῷ παρθενῶνι μένε, περιμένουσα τὴν ἐπερχομένην ἡμέραν, ἐν ᾗ μενεῖ σε τὸ λέκτρον καὶ ἡ συνάφεια τοῦ Αἵμονος. I.