Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

159.

ἑπτὰ παρθένων
: καὶ Σοφοκλῆς ἐν Νιόβῃ ἑπτά φησιν αὐτὰς
εἶναι καὶ τοὺς ἄρρενας. Β.Μ. Ἄλλως. ὁ Ἀριστόδημος οὐδαμοῦ φησιν ἐν ταῖς Θήβαις τῶν Νιοβιδῶν εἶναι τάφον, ὅπερ ἐστὶν ἀληθές. ὡς αὐτοσχεδιάζειν οὖν ἔοικεν Εὐριπίδης. περὶ δὲ τοῦ πλήθους τῶν Νιοβιδῶν αὐτός φησιν Εὐριπίδης ἐν Κρεσφόντῃ
καὶ δίς ἕπτ’ αὐτῆς τέκνα Νιόβης θανόντα Λοξίου τοξεύμασιν.
ὁμοίως καὶ Αἰσχύλος ἐν Νιόβῃ καὶ Ἀριστοφάνης δὲ ἐν δράματι Νιόβης ὁμοίως ἑπτὰ αὐτὰς λέγουσιν, εἶναι δὲ ἑπτὰ καὶ τοὺς ἄρρενας. Τιμαγόρας δὲ ἐν τοῖς Θηβαϊκοῖς φησιν ὡς κακῶς πάσχοντες ὑπὸ τῶν περὶ Ἀμφίονα οἱ σπαρτοὶ ἀνεῖλον αὐτοὺς λοχήσαντες, ἀπιόντας εἰς Ἐλευθερὰς ἐπὶ πατρικὴν θυσίαν, τὴν δὲ Νιόβην εἴασαν ζῆν διὰ Πέλοπα. ἄλλοι δὲ ἄλλως ἱστοροῦσι περὶ αὐτῆς. ὁ μὲν γὰρ Φερεκύδης φησὶν ἔχειν αὐτὴν παῖδας ἓξ, Ἀλαλκομενέα , Φηρέα, Εὔδωρον,
Λύσιππον, Ξάνθον, Ἀργεῖον, θυγατέρας δὲ ἓξ, Χιόνην, Κλυτίαν, Μελίαν, Ὥρην, Λαμίππην, Πελοπίαν. Ἑλλάνικος δὲ ἐν τῇ ἐπιγραφῇ Ἀτλαντίδος ἄρσενας τέσσαράς φησιν, Ἀρχήνορα, Μενέστρατον, Ἀρχαγόραν, . . . . . . θυγατέρας δὲ τρεῖς, Πελοπίαν, ’Ωγυγίαν, Ἀστυκράτειαν.
Ξάνθος δὲ ὁ Λύδιος δέκα καὶ δέκα ἐκ Φιλόττου τοῦ Ἀσσυρίου, ὃς ᾤκει ἐν Σιπύλῳ, ὃς ἀνῃρέθη ἐν κυνηγεσίῳ ὑπὸ ἄρκτου. A.B. M.T.I.