Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1567—

1576. δάκρυα
: δάκρυα θρηνώδη φανερὰ πᾶσι ποιοῦσα μαστὸν ἱκέτιν αἴρουσα ἔφερε τοῖς τέκνοις ἱκέτις αὐτοῖς ἀπελθοῦσα· εὗρε δὲ ἐν ταῖς Ἠλέκτραις πύλαις κατὰ τὸν λειμῶνα τὸν λωτοτρόφον τὰ τέκνα ἡ μήτηρ ἐν πληγαῖς φόνου, ὥστε λέοντας τοὺς ἐν τῇ ἐπαύλει μαχομένους, λόγχαις μαχεσάμενα κοινὸν πόλεμον, θυσίαν διὰ ῥοῆς αἵματος φονικοῦ ἤδη ψυχρὰν, ἣν ὁ Ἅιδης ἐκληρώσατο, παρέσχε δὲ ὁ Ἄρης. Gr. Cant.

1568.

ἱκέτις ἱκέταν
: ἱκέτις αὐτὴ οὖσα ἱκέτην τὸν μαστὸν αἰρομένη καὶ μετεωρίζουσα, ἵνα ἰδόντες οἱ παῖδες λήξωσι τῆς μάχης. γράφεται δὲ καὶ ὀρομένα, ὅ ἐστιν ὀρούουσα καὶ προτείνουσα τὸν μαστόν. A. B.C.M. I.

1570—

1576. εὗρε δ’ ἐν Ἠ
: εὗρε δὲ τὰ τέκνα ἐν ταῖς Ἡλέκτραις πύλαις κατὰ τὸ ἄλσος τὸ λωτὸν ποιοῦν, πλησίον αὐτοῖς ὂν, ὥσπερ λέοντας ὁμοῦ ὄντας, κοινὸν πόλεμον μαχομένους ἐν λόγχαις ἐπὶ τραύμασιν αἵματος, τουτέστιν ἐπὶ τῷ θανατῶσαι ἀλλήλους. εὗρε δὲ ἤδη καὶ ἀπὸ τοῦ νῦν αὐτοὺς θυσίαν αἵματος φονίαν καὶ φονικὴν, ψυχρὰν, ἣν ἐκληρώσατο ὁ Ἅιδης, παρέσχε δὲ ὁ Ἄρης. ἐπειδὴ γὰρ ὁ μὲν Ἄρης τοὺς πολέμους καὶ τοὺς φόνους ἐργάζεται, ὅθεν καὶ μιαιφόνος κέκληται, ὁ δὲ Ἅιδης τοὺς τεθνηκότας ὑποδέχεται, διὰ τοῦτο τὸν μὲν Ἄρην παρασχεῖν λέγει τὴν θυσίαν, τὸν δὲ Ἅιδην, λαχεῖν. τὸ δὲ ψυχρὰν ἀντὶ τοῦ νεκράν· κἂν γὰρ τὸ αἷμα θερμὸν, ἀλλ’ ἡ τοιαύτη τοῦ αἵματος θυσία ἐκ σφαγῆς γενομένη ψυχρά· ἢ ὅτι καὶ οἱ
νεκροὶ ψυχροί εἰσιν, τοῦ ἐν αὐτοῖς θερμοῦ ἐκλιπόντος τῷ θανάτῳ. Gu. Leid.